79
ὕστερον διακονεῖν καὶ ξυλοφορεῖν τῷ λαῷ προσέταξε. Τούτοις Ἀμορραῖοι ἐπεστράτευσαν ὡς αὐτομολήσασι πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, ὧν ἦν πρῶτος Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ σὺντοῖς στρατεύμασι. πρὸς οὓς ἀναβὰς Ἰησοῦς σὺν τῷ Ἰσραὴλ Γαβαωνίτας μὲν ἐλυτρώσατο, τοὺς δὲ Ἀμορραίους κατέκοψε φεύγοντας σὺν τοῖς βασι 170 λεῦσιν αὐτῶν. οἳ καὶ ἐν σπηλαίῳ κρυβόμενοι καταληφθέντες ἐκεῖ κατε κλείσθησαν ἕως κατέπαυσεν ὁ πόλεμος. ἔνθα πολλοὶ μὲν ὑπὸ τοῦ Ἰσραὴλ κατεκόπησαν, πλείονες δὲ λίθοις χαλάζης οὐρανόθεν ἐπιρριπτομένοις αὐτοῖς ἀπέθανον. τότε θείᾳ δυνάμει προσευξάμενος Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλών, ἕως ἐξε πολέμησε τοὺς ἐχθρούς. καὶ ἐξαγαγὼν τοὺς εʹ βασιλεῖς ἐκ τοῦ σπη λαίου προσέταξε τοὺς ἀρχηγοὺς τοῦ πολέμου τῶν υἱῶν Ἰσραὴλ κατα πατῆσαι τοὺς τραχήλους αὐτῶν, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ παρέλαβε τὰς πόλεις αὐτῶν, αἳ ἦσαν αὐτοῖς πέντε, Μακηδὰ καὶ Λόμνα, Λαχείς, καὶ τὸν βασιλέα Γαζὲρ Ἱαρὰμ βοηθοῦντα τοῖς ἐν Λαχείς, τήν τε Ὀδολλὰμ καὶ τὴν Χεβρών. τότε παρέλαβε καὶ τὴν ∆αβεὶρ καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ πᾶσαν τὴν ὀρεινήν. Ἰαβεὶν δὲ ὁ βασιλεὺς Ἀσὼρ ἀθροίσας τοὺς περὶ αὐτόν τε καὶ Σιδῶνα τὴν μεγάλην βασιλεῖς, τούς τε ἀπὸ βορρᾶ καὶ τῆς πεδινῆς καὶ τοὺς ἀπὸ ἀνατολῶν παραλίους Χαναναίους, Χορραίους τε καὶ Ἀμορραίους καὶ Εὐαίους καὶ Ἰεβουσαίους καὶ Φερεζαίους καὶ Χετταίους τοὺς ὑπὸ τὴν ἔρημον, πολλοὺς ὄντας ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ δυνατοὺς ἐν ἅρ μασι καὶ ἵπποις, ἦλθε πολεμῆσαι πρὸς τὸν Ἰησοῦν· οὓς πάντας παρα λαβὼν ἀνεῖλε σκυλεύσας αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν. πάντες οἱ βασι λεῖς οὓς παρέδωκε κύριος τῷ Ἰησοῦ κθʹ, ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ. Ἰησοῦς δὲ πρεσβύτερος προβεβηκώς, καὶ προσέταξεν αὐτῷ κύριος, καὶ ἐκληροδότησε πᾶσαν τὴν γῆν ταῖς θʹ #171 φυλαῖς, αὐτὸς καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς, ἔναντι κυρίου ἐν Σιλώμ. τῷ δὲ Ἰησοῦ ἐδόθη Θαμναθὰ ἐν ὄρει Ἐφραίμ, καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ αἰτήσαντι ἐδόθη Χεβρών, ὃς καὶ ἐξήλειψε τοὺς τρεῖς υἱοὺς Ἐνάκ, τοὺς καλουμένους γίγαντας. τῷ δὲ Γο θονοὴλ ὁμομητρίῳ ἀδελφῷ αὐτοῦ υἱῷ Κενὲζ τῷ νεωτέρῳ, καταλαβομένῳ τὴν πόλιν τῶν γραμμάτων Καριαθσεφαρεὶ ἐν ∆αβείρ, Ὀξὰν ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα δέδωκε Χαλὲβ εἰς γυναῖκα. 171 Αἱ δὲ δύο ἥμισυ φυλαὶ τοῦ Ῥουβὴν καὶ τοῦ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασ σῆ εἰς τὰς οἰκείας κατασχέσεις ἐπανῆλθον, ἃς ἔδωκεν αὐτοῖς Μωυσῆς, ἔνθα γενόμενοι θυσιαστήριον ἤγειραν· οἷς πολεμῆσαι βουληθέντες οἱ ἀπὸ τῶν θʹ #171 φυλῶν ὡς ἁμαρτάνουσιν εἰς θεόν, ὅτι ποιοῦσιν ἔξω τῆς κιβωτοῦ προσφοράν, ἐπαύσαντο μετ' εὐλαβείας ἀπολογησαμένων τῶν δύο ἥμισυ φυλῶν, καὶ τὸ παρ' αὐτοῖς θυσιαστήριον μαρτύριον προσηγόρευον. ἐδό θησαν δὲ καὶ τοῖς Λευίταις πόλεις μηʹ. τότε Ἰησοῦς συναγαγὼν τὸν Ἰσραὴλ ἅπαντα σὺν τοῖς ἄρχουσι πλεῖστα παραινέσας περὶ θεοσεβείας ἐξαπ έστειλεν. αὐτὸς δὲ ἐτελεύτησε ζήσας ἔτη ριʹ, καὶ ἔθαψαν αὐτὸν ἐν Θαμνα σαρὰχ ἐν τῷ ὄρει Ἐφραῒμ ἐν ὁρίοις αὐτοῦ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας.
ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων ιζʹ ἐβασίλευσεν Ἀσκατάδης ἔτη ληʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γωιβʹ. Ἀσσυρίων ιηʹ ἐβασίλευσεν Ἀμύντης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωνʹ. Ἀσσυρίων ιθʹ ἐβασίλευσε Βήλοχος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωζεʹ. Ἀσσυρίων κʹ ἐβασίλευσε Βαλατόρης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γκʹ. Ἀσσυρίων καʹ ἐβασίλευσε Λαμπρίδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γνʹ. Ἀσσυρίων κβʹ ἐβασίλευσε Σωσάρης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπʹ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων λδʹ ἐβασίλευσε Χεβρὼν ἔτη ιγʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γψξβʹ. Αἰγυπτίων λεʹ ἐβασίλευσεν Ἀμεμφὶς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν