79
μὲν σφοδρῶς ἐφ' οἷς οὕτω παρὰ πάντα δικαίου λόγον καὶ αὐτῆς εἴργετο ἀπολογίας· ἀπαγορεύσας δὲ τὸ βασιλέα πείθειν ἐπιχειρεῖν, τῷ πατριάρχῃ γράφει τοιαῦτα· «δέσποτα πατριάρχα καὶ ἡ περὶ αὐτὸν θεία σύνοδος καὶ ἰερὰ, ἴστε σαφῶς ὅσα βασιλέως μεταξὺ καὶ ἐμοῦ πρὸ χρόνου συμβέβηκέ τινος, διὰ τὰς ἁμαρτίας φαίην ἂν ἔγωγε τὰς ἐμάς. ταῦτα μὲν οὖν ὁ πάντα σοφῶς οἰκονομῶν θεὸς διέλυσέ τε ῥᾳδίως καὶ βαθεῖαν ἐχορήγησεν εἰρήνην· ὅτε δὲ πάντα τὰ ἐν μέσῳ σκῶλα καὶ προσκόμματα περιῃρέθη, καὶ βαθείας ἀπελαύομεν γαλήνης, οὐδ' ἄχρι λογισμοῦ ἐμφυλίου πέρι μηδὲν πολέμου ἐννοοῦντες, αἰφνίδιον ἀνεῤῥάγη κλύδων βαρὺς καὶ χαλεπὴ τρικυμία τὴν Ῥωμαίων αὔτανδρον ἡγεμονίαν ἀπειλοῦσα καταδύειν, καὶ συμβέβηκέ τι παραπλήσιον ἡμῖν ὥσπερ καὶ τοῖς νοσοῦσιν. ἐκεῖνοί τε γὰρ κατὰ μὲν τὴν πρώτην μάλιστα τῆς νόσου προσβολὴν, κἂν σφοδρὰ τύχῃ οὖσα χαλεπὴ, ἀντέχουσιν ἰσχυρῶς· ἂν δὲ ῥαΐσασι δεύτερον 1.224 αὖθις ἢ καὶ τρίτον ἐπίθηται εἰ τύχοι, ἀσθενεστέροις περιτυχοῦσα, κατεργάζεται ῥᾳδίως τοὺς ἀνθρώπους. καὶ ἡμῖν τὸ αὐτὸ συμβέβηκε νῦν. ὑπό τε γὰρ τῶν πρότερον ἐμφυλίων γεγενημένων πολέμων καὶ τῶν ἔξωθεν ἡμῖν ὑπὸ τῶν βαρβάρων ἐπενεχθέντων τῷ πλείονι κατειργασμένοι μέρει, οὐδὲ ἄν τι βλέψαι δυνησόμεθα πρὸς τὰ ἀναφυόμενα κακὰ, ἀλλὰ διαφθαρησόμεθα αὐτοὶ ὑφ' ἑαυτῶν. ἅπερ ἅπαντα συνορῶν καὶ αὐτὸς, καὶ τὸν κίνδυνον οὐκ ἴδιον, ἦν γὰρ ἂν ἀνεκτὸν, ἀλλὰ κοινὸν τῶν Ῥωμαίων ἁπάντων ὄντα σαφῶς ὁρῶν, ἐν ἑξήκοντα ἡμέραις ἤδη μάλιστα περὶ Ῥήγιον κάθημαι, καθάπερ ἴστε καὶ αὐτοὶ, βασιλέως δεόμενος ὁσημέραι μετὰ τῆς προσηκούσης αἰδοῦς ἐμοὶ καὶ μετριότητος καὶ δουλείας, συγγνώμης τυχεῖν, καίτοι γε μηδὲν ἑαυτῷ συνειδὼς ὀργῆς ἄξιον πεπραγμένῳ. ὡς δὲ πολλὰ μοχθήσας, εὕρισκον οὐδεμίαν ὄνησιν ἀπὸ τῶν πόνων, ἐτραπόμην ἑτέραν, μετὰ κομιδῇ τινων εὐαριθμήτων ἐπὶ τοῦ βασιλέως ἐλθεῖν αἰτῶν, καὶ ὑπὲρ ὧν ἐγκαλοῦμαι εὐθύνας ταύτῃ παρασχεῖν· ἢ εἰ μηδὲ τοῦτο κατὰ γνώμην εἴη βασιλεῖ, τὸν μέγαν δομέστικον ἐλθόντα ὑπὲρ ἐμοῦ ἀπολογεῖσθαι. καὶ ἐπ' οὐδεμιᾷ προκλήσει εἰσηκούσθην, ἀλλ' οὕτως ἐρήμην παρὰ πάντα τοῦ δικαίου νόμον καταδικάζομαι. ἐγὼ δὲ, εἴγε βασιλεὺς αὐτὸς ῥητήν τινα δίκην ὁποίαν ἂν αὐτῷ ἐδόκει ἐκέλευεν ὑπὲρ ὧν ἐγκαλοῦμαι δοῦναι, ἠγάπησα ἂν, καὶ σὺν προθυμίᾳ πολλῇ παρέσχον· νυνὶ δὲ ὁρῶν τὴν εἰς ἐμὲ ὀργὴν κατὰ πάντων Ῥωμαίων ἐξάγουσαν τὴν βλάβην, οὐκ 1.225 ἀνεκτῶς ἀλγῶ. διὰ τοῦτο καὶ δεόμενος τῆς ὑμῶν ἁγιότητος γράφω, εἴγε τοῦ θεοῦ ἐστε ὑμεῖς, σπουδάσαι ὑπὲρ τῆς εἰρήνης καὶ μὴ περιϊδεῖν ἡμᾶς τοῖς ὁμοφύλοις αἵμασι καταχρανθέντας, ἀλλ' ἢ πεῖσαι βασιλέα πρὸς ὑμᾶς ἐμὲ γενόμενον ὑπὲρ ὧν ἐγκαλοῦμαι λόγον ὑποσχεῖν, ἢ ἐνταῦθα γενομένων ὑμῶν, ὑπὲρ τῶν ἴσων τὴν ἀπολογίαν θέσθαι.» Τοσαῦτα μὲν βασιλεὺς ὁ νέος πατριάρχου καὶ τῶν ἄλλων δεόμενος ἀρχιερέων ἔγραψεν ὑπὲρ τῆς εἰρήνης, ἃ καὶ φέρων ὁ διακομιστὴς ἐνεχείρισε τῷ πατριάρχῃ. καὶ τῶν ἀρχιερέων συνεδριαζόντων, ἀναγνωσθέντων δὲ τῶν γραμμάτων, ὡς ἐδόκει ἡ ἀξίωσις δικαία τοῦ νέου βασιλέως, πάντες εὐθὺς πρὸς βασιλέα τὸν πρεσβύτερον ἐλθόντες, τά τε γράμματα ἐδείκνυσαν τοῦ ἐγγόνου καὶ συνηγόρουν αὐτῷ ὡς δίκαια ἀξιοῦντι. καὶ αὐτὸ γὰρ ἔφασαν τὸ περὶ πλείστου ποιεῖσθαι ἢ αὐτὸν ἐνταῦθα ἐλθόντα ὑπὲρ ὧν ἐγκαλεῖται παρέχειν ἐθέλειν εὐθύνας, ἢ τοῦ πατριάρχου ἐκεῖ γενομένου τὸ αὐτὸ ποιεῖν, τεκμήριον ἂν εἴη μέγιστον ἢ τοῦ μηδὲν ἡμαρτηκέναι, ἢ εἰ καὶ ἥμαρτε, τοῦ βούλεσθαι ἂν διορθωθῆναι. τούτου δὲ οὕτως ἐξ αὐτῶν πραγμάτων ἀποδεικνυμένου, δίκαιον ἂν εἴη καὶ ἅμα λυσιτελὲς καὶ ἀναγκαῖον, ἐκ δύο τῶν ζητουμένων γενέσθαι θάτερον. ὁρῶν οὖν καὶ ὁ βασιλεὺς τό, τε ἀναντίῤῥητον τῆς ἀξιώσεως καὶ τὴν τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων πρὸς τοῦτο σπουδὴν, τὸ μὲν τὸν νέον βασιλέα πρὸς ἐκεῖνον ἥκειν ἀπηγόρευεν, ὥσπερ καὶ τὸ τὸν πατριάρχην ἐκεῖ γενέσθαι, οὐδὲν εἶναι προὔργου φάμενος ἑκάτερον· ἐπένευσε δὲ τῶν τε ἀρχιερέων καὶ τῶν τῆς συγκλή 1.226 του τινὰς, οὐ μὴν ἀλλὰ καὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων καὶ τῶν ἀρχιμανδριτῶν, πρὸς τὸν ἔγγονον παραγενομένους, τά