79
μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς οτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ εως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ετερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τῶν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς ̔Ελλάδος στρατεύοντι οἱ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. ειεν δ' αν αυται ἡ Σύρων, ἡ Κιλίκων, ἡ ̓Αράβων, ἡ Αἰγυπτίων, ἡ ̓Ιουδαίων, καὶ ετεραι· 1.199 οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ' απαντας οις προσέβαλεν ὑπέταξε. "καὶ ἐμεγαλύνθη" η οτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, η οτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ. ̓Απορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ην εν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ εως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ επαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ καὶ ερριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ην ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ' ηρχετο, οτι τὴν Αιγυπτον πρότερον ὑφ' ἑαυτὸν ποιησάμενος ὁ ̓Αλέξανδρος ουτω πρὸς ∆αρεῖον τὸ δεύτερον ωρμησε, καὶ κατατροπωσάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν ̓Ισσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ηττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ αρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, εφυγε δ' ἐκεῖθεν ὁ ∆αρεῖος καὶ αυθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ ̓Αλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν ̓Αρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν ̓Αλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ ̓Αλεξάνδρου. καί "ηλθε" φησίν "ὁ τράγος 1.200 εως τοῦ κριοῦ τοῦ τὰ κέρατα εχοντος, καὶ ειδον αὐτὸν φθάσαντα εως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ επαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ην ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ερριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν." συνετρίβη δέ, φησί, καὶ αμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ' εστι, καὶ αμφω αἱ δυνάμεις αὐτοῦ αις ἐπεποίθει, η τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μήδων ηρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς ειρηται, φύντος καὶ τὴν ἀμφοῖν βασιλείαν σχόντος ὑφ' ἑαυτόν, καὶ αμφω ταῦτα τὰ γένη τὴν ̓Ασσυρίων βασιλείαν κατέλυσαν. "καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα." οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν ̓Ασσυρίων ἀρχῇ ὑφ' ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ αλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ ̓Ινδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ αλλα μέρη τῆς ̓Ινδικῆς κατέσχεν. ειτα δηλῶν ὁ προφήτης οτι καὶ ουτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε "καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ." τοῦ γὰρ ̓Αλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς ειρηται ηδη ἐν τῷ τρίτῳ θηρίῳ, ο τῷ ∆ανιὴλ καθ' υπνους εδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, εχον τέσσαρας κεφαλάς. "Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη εως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ επεσον ἐπὶ τὴν γῆν