79
ἀμετακίνητος. ̓Αστικῶσ. εὐσυνέτως, ἐμφρόνως. ̓Αστενακτί. ανευ στενάγματος. ̓Αστακτί. πολυδακρύτως. τὸν νεκρὸν παραπέμπων ἀστακτί. ̓Ασυμφανῶσ. ἐπικεκαλυμμένως, ἀδήλως, αἰνιγματωδῶς. alpha.329 ̓Ασυνδυάστωσ. ἀσυμπλόκως, ἀσυζεύκτως, η ἀσυναυλίστως. συνδυάζω γὰρ τὸ συναυλίζομαι, ὡς τό· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ. ̓Ασφαδάστωσ. συντόμως. σφαδάζειν λέγεται τὸ σπᾶσθαι καὶ σφακελίζειν. Τὸ Α μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) ̓Αταρνεύσ. πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. ̓Ατάσθαλοσ. μωρὸς, φλύαρος, ἁμαρτωλὸς, αδικος, παράνομος. ἀπὸ τοῦ θάλλειν αταις. παρὰ τὸ ατω τὸ βλάπτω, η παρὰ τὸ τὴν ατην. ὡς ουν δαίω, δαίδαλος, καὶ παρὰ τὸ αιθω, αιθαλος, ουτω καὶ παρὰ τὸ ατω ἀτάζω, καὶ τροπῇ τοῦ ζ εἰς θ ἀτάσθαλος. ̓Αταλάφρων. νήπιος. Αταλος η ἀταλόσ. ὁ νήπιος. παρὰ τὸ τλῆναι, ταλὸς καὶ ἀταλὸς, ὁ μηδέπω δυνάμενος alpha.330 κακοπαθῆσαι. ἐξ αὐτοῦ ἀτάλλειν, καὶ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν. ̓Ατάρβητοσ. αφοβος, ἀτρέμας. παρὰ τὸ τάρβος. η ἀθαρβωτὸς, ὁ μὴ θαῤῥῶν βοὴν ὑπομεῖναι. ̓Ατταγᾶσ. ειδος ὀρνέου. ̓Ατέλεβοσ. ἀκρίς τις. ̓Ατερμάτιστοσ. ἀβέβαιος, ἀθεμελίωτος. ̓Ατέχνοισ. πανούργοις, η ἀπείροις. ̓Ατέλεστοσ. ἀμύητος. ̓Ατάλαντι Αρηϊ. ὁμοίῳ· ἰσοστασίῳ· ἰσοταλάντῳ. ̓Αταρτηροῖσ. βλαβεροῖς. ̓Ατεράμων. οὐχὶ ἀτέραμνος. Ομηρος· -κῆρ ἀτέραμνον εθηκε. παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τεράμων ὁ ἁπαλὸς, καὶ ἀτεράμων ὁ σκληρός· τὸ οὐδέτερον ἀτέραμον καὶ πλεονασμῷ τοῦ ˉν ἀτέραμνον. Ατεγκτοσ. *αβροχος,* σκληρὸς, ἀμάλακτος. alpha.331 Ατεροσ. ετερος, ὁ εις τῶν δύο. ̓Ατειρήσ. ὁ σκληρὸς, ὁ ἀδάμαστος, ὁ ἀκαταπόνητος. τέρω, ἀτερὴς καὶ ἀτειρής. η παρὰ τὸ τέρεν ἀτερὴς καὶ ἀτειρής. ̓Ατέραμνοσ. δυσέψανος. ουτως φησὶ Πλάτων. ̓Αττήλασ. κύριον. ουτος ην ἡγεμὼν τῶν Σκυθῶν. Ατιμοσ. ἀνήκουστος· καί μ' ὁ Φοῖβος ατιμον ἐξέπεμψεν-. Ἀτιμότεροσ. εὐτελέστερος, ἀτεχνότερος. ἐρεῖς δὲ ακοντος ἀτιμότερόν με θήσεις. ̓Ατιμώρητοσ. ἀβοήθητος, η θαυμαστός. εστι δ' οτε καὶ ὁ κακός. ̓Ατιμάγελοσ. ὁ μὴ συναγελαζόμενος. ̓Ατίθασσοσ. ἀνήμερος, αγριος. ̓Αττικόσ. ὁ ̓Αθηναῖος. παρὰ τὸ ἀκτὴ, ἀκτικὸς καὶ ἀττικός· ἀκτὴ γὰρ ἐκαλεῖτο ἡ ̓Αττικὴ, οθεν καὶ ̓Ακταῖοι οἱ ̓Αθηναῖοι. ̓Ατμόσ. ἀνάδοσις. παρὰ τὸ αω, τὸ πνέω, ὁ παρακείμενος ησμαι, ἀσμὸς καὶ ἀτμός. alpha.332 Ατολμοι. δειλοὶ, κατεπτηχότες. Οθ' ουνεκ' εἰσὶν ἀδρανέστατοι ζώων, ψυχὰς ατολμοι, μοῦνον εἰδότες φεύγειν. ̓Ατρεκέστατοσ. ἀληθέστατος. ̓Ατρέμασ. ησυχος, αφοβος. Ατρυτοσ. ἀκαταπόνητος. ἀπὸ τοῦ τρύω τρυτὸς καὶ ατρυτος. Ατρωτοσ. ἀνίκητος, απληκτος. ̓Ατραπόσ. τὸ ἀπόσταγμα τῆς σταφυλῆς, τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον· τραπεῖν γάρ ἐστι τὸ πατῆσαι. ἀτραπὸς καὶ ἡ ὁδὸς ἐπὶ θηλυκοῦ. Ατρεστος καὶ ατρητοσ. ὁ αφοβος. ̓Ατρόμητοσ. αφοβος. - οὐδ' ̓Ολύμπιος Ζεὺς ἀτρόμητος ειδεν-. *δηλοῖ δὲ τὸν αφοβον.* Ατρακτοσ. γυναικεῖον ἐργαλεῖον, ἐφ' ου τὸ νῆμα περιειλεῖται. ἀεὶ γὰρ ταράσσεται. η οτι ἀτάρακτον τὸ νῆμα φέρει. ἀπὸ τοῦ ταράσσω ουν γίνεται ἀτάρακτος καὶ ατρακτος. εστι καὶ alpha.333 ἀτρακτυλὶς ειδος ἀκάνθης, ἀφ' ης τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων. Ατλασ. ορος Λιβύης, καὶ ὁ μυθευόμενος τὴν γῆν καὶ τὸν οὐρανὸν βαστάζειν. -καὶ σιδηρέους Ατλαντος ωμους-. ̓Ατμήν. ὁ δοῦλος. παρὰ τὸ τιμὴ ἀτιμὴν καὶ κατὰ συγκοπὴν ἀτμήν· οιον ὁ ατιμος. η πολυτίμητον τινὰ οντα ὑπὸ τῶν μαστίγων, ἐπιτάσει τοῦ ˉα. ἀπὸ δὲ τοῦ ἀτμὴν ἀτμῶ. Ατυπος νοῦσ. ὁ μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. οὐδὲ γάρ ἐστι σῶμα θεός. ̓Ατρεύσ. παρὰ τὸ τρεῖν τὸ φοβεῖσθαι. ωσπερ παρὰ τὸ τρέφω τροφεὺς, ουτω καὶ παρὰ τὸ τρέω γίνεται τρεὺς, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀτρεύς. ̓Ατρείδησ. τὰ ἀπὸ τῶν εἰς ˉν, ˉξ, ˉψ, ˉρ, διὰ τοῦ ˉι γινόμενα ἐν τοῖς εἰς ˉδˉηˉς πατρωνυμικῶν· Μέμνων, Μέμνονος, Μεμνονίδης· Φοίνιξ, Φοινικίδης· Πέλοψ, Πελοπίδης· Νέστωρ, Νεστορίδης. καὶ τὰ ἀπὸ τῶν εἰς ˉοˉς ληγόντων διὰ τοῦ ˉι· Πανάριστος, Παναριστίδης· Βῆλος, Βηλίδης. τὰ ἀπὸ τῶν εἰς ˉεˉυˉς διὰ διφθόγγου· ̓Ατρεὺς, ̓Ατρείδης. τὰ ἀπὸ τῶν εἰς ˉοˉς ἀττικῶν· Νηλεὺς, Νηλέως, Νηλείδης. τὰ ἀπὸ τῶν εἰς