καὶ αὐτὴ ἡ Κελτιβηρία πρὸς τὰ δυσμικὰ μέρη τῆς Ῥώμης διάκεινται, πρὸς τὸν ἑσπέριον ὠκεανόν, ἥτις νῦν Ἱσπανία κατωνομάζεται. τῆς Ῥώμης γὰρ ὑπὲρ τὴν Ἰταλίαν κειμένης τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα μέρη ἄνω Γαλλίαι διονομάζονται, τὰ δὲ πρὸς ἥλιον δύνοντα μέχρις Ἄλπεων ὀρῶν κάτω, ὅπου νῦν ἡ Νεμιτζία γνωρίζεται, τὸν ἴδιον ἄρχοντα ῥῆγα κατονομάζουσα. τὰ δὲ πρὸς ἐγκάρσια μέρη τῶν Ἄλπεων ὡς πρὸς νότον ἄχρι τοῦ ἑσπερίον ὠκεανοῦ Ἰβηρία καὶ Κελτιβηρία ἐλέγοντο, τῶν εἰσρεόντων ἐκεῖσε ποταμῶν τῇ χώρᾳ χαρισαμένων τουτὶ τὸ ὄνομα. ἐκεῖθεν γὰρ τὸν μὲν βουλόμενον τὴν μὲν παρακειμένην ἀκτὴν παραπλεῖσαι πρὸς τὰς κάτω Γαλλίας ὁ τῶν Ἡρακλείων στηλῶν πορθμὸς ἐκδέχεται, τὸν δὲ πρὸς ἀνατολάς, ἐνδοτέρω δηλονότι τῆς χώρας ἐπεκτεινομένου τοῦ αἰγιαλοῦ, πρὸς τὰ μέρη τῶν Βρεττανικῶν νήσων καθοδηγεῖ καὶ προτρέπεται. τῷ δὲ βουλομένῳ πρὸς τὰς τῶν Μακάρων νήσους ἀπᾶραι ὁ ἀπόπλους ἀχανὴς παρατείνεται· ἀπέχουσι γὰρ τῆς γῆς μέτρον μιλίων χιλίων. δύο δὲ αἱ νῆσοι εἰσίν, οὐ πολὺ ἀλλήλων ἀπέχουσαι, παντοίων ἀγαθῶν καὶ ποικίλων διηνεκῶς βρίθουσαι, καὶ πόαν μαλακὴν καὶ εὐώδη δι' ὅλου τοῦ ἔτους τρέφουσαι. ἀπῳκισμέναι γὰρ οὖσαι τῆς κοσμικῆς ἰλύος, καὶ τῆς τοῦ ἀέρος ἐπιμιξίας, ἥτις ἐκ τῶν δυσόδμων τῆς γῆς αὐχμῶν ἐπιγίνεται, οὐδ' ὅλως μεταλαμβάνουσαι, ὑγιεινότατον καὶ ἄλυπον τοῖς ἐκεῖσε ἀνθρώ 222 ποις καὶ κτήνεσι τὸν βίον πεποίηνται, καὶ διατριβὴν ἡδίστην καὶ ἀπράγμονα καὶ χαρίεσσαν πάντῃ καὶ εὐζωίαν παρέχουσιν. οἱ οὖν τὴν Ἰβηρικὴν οἰκοῦντες, ἄνδρες ἀνδρειότατοί τε ὄντες καὶ ἰσχυρῶς παλαμώμενοι, διὰ παντὸς τοῖς Ῥωμαίοις ἀντεπολέμουν, καὶ καρτερίας ἔργα καὶ ἀρετῆς κατ' αὐτῶν ἐπεδείκνυντο· καὶ δυσχερῶς αὐτῶν οἱ Ῥωμαῖοι μεγίστῳ καὶ ἀνυποίστῳ θάρσει καὶ ἀνεκδιηγήτοις ὁρμαῖς ἐκυρίευσαν, ὡς διὰ χρόνου σπονδὰς ἐπιτελεσθῆναι τούτοις καὶ ἀναμὶξ σύνθεσιν ἐξ ἐπιγαμβρείας καὶ μετοικιῶν πρὸς ἀλλήλους. διὸ καὶ ὁ μέγας ἐν βασιλεῦσι καὶ παναοίδιμος Κωνσταντῖνος μοῖραν οὐκ ἐλαχίστην ἐκεῖθεν, ἐκ τῶν ἑσπερίων Ἰβήρων, ἀποτεμόμενος εἰς τὴν ἑώαν μετῴκισεν ἐν τοῖς τῆς Ἀσσυρίας μέρεσι, καὶ ἔκτοτε τὴν κλῆσιν τῆς Ἰβηρίας ἡ δεξαμένη τούτους χώρα προσέλαβε. πρότερον γὰρ Ἀσσύριοι καὶ ταύτην ᾤκουν τὴν χώραν, ἔπειτα Μῆδοι, μετὰ δὲ χρόνους ἱκανοὺς οἱ Ἀρμένιοι· καὶ οὐκ ἂν εὕροι τις ἐπὶ τῶν ἄνω χρόνων Ἴβηρας μνημονευομένους ἐνταῦθα ἐν παλαιαῖς ἱστορίαις, εἰ μὴ ἐξ οὗπερ Κωνσταντῖνος τούτους αὐτόθι κατῴκισεν. ἐκ τούτων οὖν εἴπερ οἱ ἐκ τοῦ γένους τοῦ Φωκᾶ μετάληξιν εἶχον γένους, ὡς ὁμοχώρων γενομένων ποτὲ καὶ αὐτοχθόνων ἀπὸ τῆς ἐν τῇ Ῥώμῃ συμφυΐας καὶ συναυλίας, οὐδεμία διαφορὰ εὐγενῶν ἀπ' ἀλλήλων καὶ ἀνδρείων συνεληλυθότων εἰς μιᾶς συμπλήρωσιν κοσμιότητος. 223 Καὶ τὰ μὲν τοῦ γένους τῶν Φωκάδων, ὅσα γε ἥκει κατὰ τὰς προσεχεῖς ἡμῶν γενεάς, περίφημά τε καὶ περιβόητα· καὶ μαρτυρεῖ τούτοις τά τε τῶν ἄνωθεν διηγήματα καὶ ὁ βασιλεὺς κῦρις Νικηφόρος ὁ Φωκᾶς, ὃς τὰ Ῥωμαίων πράγματα κατειληφὼς ἐν στενῷ κομιδῇ καὶ ἀπόρῳ περιιστάμενα τῇ τῶν Σαρακηνῶν καὶ Ἀράβων ἐπιστρατείᾳ καὶ πρὸ τῆς βασιλείας ἀνεκτήσατό τε καὶ ἀνεζώωσε, πολλοῖς πόνοις καὶ ἀγῶσι πολεμικοῖς καταστρατηγήσας τῶν ἐναντίων ἄχρι Νικαίας ληιζομένων τὴν ἑώαν, καὶ εἰς τὴν τῶν Κιλίκων κατακλείσας αὐτούς· εἶτα καὶ τὴν μεγίστην νῆσον τῆς Κρήτης ἀνασώσας τῇ Ῥωμαίων ἀρχῇ, πρᾶγμα δυσμεταχείριστόν τε καὶ δυσκατόρθωτον, εὐσεβὴς δὲ ὢν τὰ πρὸς τὸν θεὸν καὶ βουλεύσασθαι διαγνωστικώτατος καὶ στρατηγὸς ἀνδρειότατος, καὶ τὰ μὲν ἐκ θεοῦ καὶ θείας δυνάμεως, τὰ δὲ συμβουλίαις ἀρίσταις καὶ στρατιωτικαῖς γενναιότησιν, εἰς τέλος εὐκταιότατον καὶ μακάριον συνεπέρανεν. Ἵνα δὲ γνοῖεν οἱ ἐντυγχάνοντες τοῖσδε τοῖς γράμμασι, τί βούλεται ἡμῖν τὸ τῆς εὐσεβείας ἐγκώμιον ἐν