ῥοπαῖς ἐναντίαις, ὕπνοις, πόνοις κόποις τε καὶ θυμηδίαις. οὐκ ἦσθα χαλκοῦς, οὐ σιδηροῦς τὴν φύσιν· μισεῖ δ' ὁ Χριστὸς τὰς ἄγαν προθυμίας. πολλὴ κατέσχε τὸν βίον τρικυμία, πολλὴ καταιγὶς καὶ θύελλα καὶ ζάλη· τὰ μὲν πράυνε τῶν ἀτάκτων κυμάτων, τὰ δ' ἄλλα τέμνε ναυτικαῖς εὐτεχνίαις. οὐ σήμερον γάρ, ἀλλὰ πολλοὺς εἰς χρόνους εἰς τάξιν ἄξεις τὴν κακὴν ἀταξίαν. Σχεδὸν τὸ πᾶν σέσωκας ἐκ καταιγίδος. τι δυσχεραίνεις; τί στενάζεις ἐκ βάθους; ἡ τῶν Σκυθῶν ἔφριξε μακρόθεν φάλαγξ, ὑπεστάλησαν οἱ παρ' Ἴστρῳ σκορπίοι, ὁ Τοῦρκος ἠρέμησεν ἠρεθισμένος, Αἰγύπτιός σοι συμβιβάζεται ψόφῳ, τοὺς μείζονας δράκοντας ἦρας ἐκ μέσου. σπαίρων σε μικρὸς ἐκταράττει σκορπίος τὸν ἀσπίδας ῥήξαντα καὶ δεινοὺς ὄφεις; ὄψει τάχιστα τοῦτον ἠθλιωμένον, πεσόντα καὶ ῥαγέντα καὶ τεθνηκότα. οὐδεὶς δυνάστης, οὐ πολίτης, οὐ ξένος, ἁπανταχοῦ πέφυκεν ἰσοτιμία. τὸ γὰρ πολυτράχηλον ἐτμήθη κράτος καὶ νῦν πάρεστιν ἀκριβὴς μοναρχία, τῶν Αὐσόνων ἄρχουσα καὶ τῶν βαρβάρων. Αὔγουστε, χαῖρε. χαῖρε, τεθρυλλημένε, Αὔγουστε παμβόητε, κλῆσις ἠρμένη. Αὔγουστε, χαῖρε· χαῖρέ μοι καὶ πολλάκις καὶ πολλάκις πρόσελθε καὶ πάλιν τρέχε. πλὴν ἀλλὰ μὴ σύμπλαττε ληρώδεις λόγους, μὴ δυσμέναινε τῷ κρατοῦντι δεσπότῃ. Αὔγουστος ὢν Αὔγουστον ἀσπάζου πλέον καὶ πολλάκις πρόσελθε τῷ στεφηφόρῳ, εὔκρατος, ἡδύς, εὐμενής, ζωηφόρος, ὡς ἄν σε πρῶτον θήσομαι μηνῶν κύκλοις, ἄνακτα πανσέβαστον αὐτοῦ τοῦ χρόνου, Αὔγουστον αὐτόχρημα καὶ στεφηφόρον. 20 Τοῦ Ψελλοῦ εἰς τὸν τάφον τοῦ Κομνηνοῦ τοῦ βασιλέως Πλήρης ὁ τύμβος καὶ χαρᾶς καὶ δακρύων· ὁ γὰρ τὸ πρὶν μέγιστος ἐν στρατηγέταις, ἔπειτα παμβόητος ἐν στεφηφόροις, Ἰσαάκιος, τὸ κράτος τῶν Αὐσόνων, ἀφεὶς τὸ λαμπρὸν τῆς βασιλείας κράτος καὶ τῷ θεῷ δοὺς τὸ στέφος προαιρέσει, τὸ σεπτὸν ἠλλάξατο καὶ θεῖον ῥάκος· ὃν δ' οὐκ ἐχώρει γῆς ἀπείρου τὸ πλάτος, φεῦ, ὁ βραχὺς ἔκρυψεν ὡς ὁρᾷς λίθος. τὸ φῶς δ' ὁ Χριστὸς φῶς ἀνέσπερον νέμει σκηνῆς τε θείας ἀξιοῖ μονοτρόπως μητρὸς δεήσεις καὶ φίλου δεδεγμένος. προλ21 Τοῦ Σαββαΐτου πρὸς τὸν Ψελλόν Ὄλυμπον οὐκ ἤνεγκας, οὐδὲ κἂν χρόνον· οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ. 21 Τοῦ Ψελλοῦ πρὸς τὸν Σαββαΐτην Πρὸς τὸν σατάν σε, τὴν ἔχιδναν τοῦ βίου, τὴν τῶν κακῶν θάλασσαν ἢ τὴν πλημμύραν, τὴν τοῦ φθόρου δίαιταν ἢ τὴν ἑστίαν, τὸν Σαββαΐτην καὶ πλέον Σαββατίτην, σάββατά τε στέρξαντα καὶ νουμηνίας καὶ τὸν παλαιὸν καὶ πεπαυμένον νόμον, χάριν δ' ἀπωθήσαντα τὴν νεωτέραν, ὁ τῶν ἰάμβων ἐσχεδίασται λόγος· ὃς σύνθετος πέφυκας ἐξ ἐναντίων, ἄκρας ἀνοίας, ἐσχάτης πονηρίας· ὃς μηδὲν εἰδώς, μήτε τάξιν πραγμάτων, μὴ δόγμα θεῖον, μὴ βίων διαιρέσεις, μὴ κοσμικὴν πρόνοιαν ἢ ψυχῶν λόγους, μὴ βασιλείας τὴν μεγίστην ἀξίαν, τὸ θεῖον ὕψος, τοῦ θεοῦ τὴν εἰκόνα, μὴ πατριαρχῶν τοὺς ὑπερτάτους θρόνους, ἄνθρωπος ὢν ἄπληστος εἰς ἁμαρτίαν, ἀδδηφάγος βοῦς, αὐτόχρημα κοιλία, ἔπειτα λυττᾷς οἷα λυσσώδης κύων, ἐλεγκτικὴν ἄνοιαν ἐκχέων μάτην, καὶ δογματίζεις καὶ τυποῖς καινοὺς βίους, κυκᾷς δὲ πάντα καὶ ταράττεις ἀφρόνως, συγχεῖς δὲ τάξεις καὶ τρόπους τεταγμένους· οὐδὲ πρόσωπον εὐσεβείας εἰσφέρων οὐδ' εὐλαβείας σχῆμα καὶ σεμνοῦ τρόπου, ἀλλ' ὡς ἀναιδὴς καὶ κατάπτυστος κύων κινεῖς ἀναιδῶς τοὺς φονοδρόμους πόδας, χέεις δὲ γλῶτταν ἔμπλεων