ἀρκεσθησόμεθα»· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὧν οὐκ ἄνευ, ἀλλ' ὡς περισσά· οὕτω τοίνυν καὶ ἐπὶ τῶν θειοτέρων χρεία μὲν ἡμῖν τῶν εἰσαγόντων εἰς ζωὴν καὶ ποιούντων εἶναι ἐν τῷ λέγοντι· «Ἐγώ εἰμι ἡ ζωή»· τὰ δὲ ὑπὲρ ταῦτα, περὶ ὧν λέγεται· «Κατατρύ «φησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου», καὶ ὅσα νοεῖται κατὰ τὸν παράδεισον τῆς τρυφῆς καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, τὰ ἐν τῇ ἀριστερᾷ τῆς σοφίας, κατὰ τὸν εἰπόντα· «Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ 32.9.107 «αὐτῆς πλοῦτος καὶ δόξα» ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν. καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος· τὸ γὰρ χάρισμα τοῦ θεοῦ ὑπερπαίει τὴν χρείαν, ὥσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἢ 32.9.108 σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει. οὐκ ἔχει μὲν <οὖν> χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι· νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ «Τῷ ἔχοντι παντὶ προστεθήσεται;» καὶ ὡς ὁ Ἰωάννης φησί· «Καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ 32.9.109 «ἅγιος ἁγιασθήτω». τὸ δὲ «Ὑμεῖς καθαροί ἐστε» ἀναφέρεται ἐπὶ τοὺς ἕνδεκα, ᾧ ἐπιφέρεται τὸ «Οὐχὶ πάντες» διὰ τὸν Ἰσκαριώτην· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν, ἤδη ὄντα οὐ καθαρόν, πρῶτον μὲν ὅτι περὶ τῶν πτωχῶν οὐκ ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν· ὕστερον δὲ ἐπεὶ «∆είπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν «ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης», οὐκ ἀπώσατο 32.9.110 τὸ βεβλημένον. διόπερ οἱ μὲν λουσάμενοι καθαροὶ ἕνδεκα ἔτι ἐγέ νοντο καθαρώτεροι, νιψάμενοι τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ· ὁ δὲ ἤδη μὴ καθαρὸς Ἰούδας («Ὁ ῥυπαρός, γάρ φησι, ῥυπανθήτω ἔτι») γέγονε ῥυπαρώτερος καὶ ἀκάθαρτος, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς. 32.10.n Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν· † φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος· καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 32.10.111 Εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τί πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἵνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῃ ἀποπλύνας καὶ τὰ τῇ γῇ ὁμιλοῦντα σώματα, ὧν ἦν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμά σαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἂν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλι κοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, [ἢ] τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπνοῦντος, ὅτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών. 32.10.112 δυσωπητικώτατα μὲν γὰρ καὶ ἐπὶ τὴν γνῶσιν τοῦ γινομένου προ 32.10.113 τρεπτικώτατα λέλεκται τὸ «Γινώσκετε τί πεποίηκα ὑμῖν;» ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν' ἐμφαίνῃ τὸ τοῦ γενομένου μέγεθος· ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ 32.10.114 τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν. διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ «Ὑμεῖς φωνεῖτέ με "7Ὁ δικάσκαλος"7 «καὶ "7Ὁ κύριος"7, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα «ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε 32.10.115 «ἀλλήλων νίπτειν τοὺς πόδας». ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν, ᾗ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν 32.10.116 δούλων, ᾗ κύριος ἦν. διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται· ἀλλὰ καὶ τῇ κυριότητι τοῦ ἄρχοντος, ἐξουσιάζοντος τῶν διὰ τὸ ἔτι ἔχειν τὸ τῆς δουλείας πνεῦμα κἂν τὸν τυχόντα μολυσμὸν ἔτι δεχομένων, τὰ