καὶ κατελθὼν εἰς τὴν τοῦ Καίσαρος τένταν ἡλίου δύναντος καὶ συντυχὼν Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος διεβεβαιοῦτο αὐτῷ ὅτι αὔριον μεληδὸν κατακόπτεται ὁ δεσπότης ὑμῶν Καῖσαρ. ὁ δὲ εἰσελθὼν ἀνήγγειλε ταῦτα τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἶπεν Προκοπίῳ "ἄπελθε, εἰπὲ τῷ Νεατοκόμητι· τὰ ζιζάνια ταῦτα σὺ διεγείρεις." ὄρθρου δὲ βαθέος τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διεσάφησεν τὰ λαληθέντα αὐτῷ, βουλὴν ἐπιζητῶν παρ' αὐτῶν. Φιλόθεος δὲ πρωτοσπαθάριος καὶ γενικός, προσφιλὴς αὐτοῦ ὤν, εἶπεν τῷ Καίσαρι "αὔριον, ὦ δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικόν σου χιτωνίσκον, καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται." τοῦ ἡλίου δὲ ἀνατείλαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς τῇ βουλῇ Βασιλείου προϋπήντησε προσκυνήσας αὐτόν, καὶ ἐμήνυσε Βασιλείῳ τὴν αὐτοῦ ἔλευσιν. Βασίλειος δὲ ἐξελθὼν προσεκύνη245 σεν αὐτόν, καὶ τῇ χειρὶ κρατήσας προσήγαγεν πρὸς τὸν βασιλέα. ὁ δὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βασιλεῖ ἔφη "τοῦ λαοῦ παντός, δέσποτα, ἐπισυνηγμένου πρόσταξον διαπερᾶσαι ἐν τῇ Κρήτῃ." ὄπισθεν δὲ ἑστὼς ὁ Βασίλειος δέδωκεν αὐτὸν μετὰ τοῦ ξίφους, καὶ οἱ λοιποὶ οἱ μετ' αὐτὸν μεληδὸν κατέκοψαν αὐτόν, τοῦ βασιλέως βλέποντος· ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας. εὐθέως δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἐπὶ τὴν πόλιν ὑπέστρεψαν. ἐρχομένων δὲ κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, λαοῦ πολλοῦ συνηγμένου ἰδεῖν τὸν βασιλέα, εἷς τις μοναχικὸν σχῆμα περιβεβλημένος ἐφ' ὑψηλῆς πέτρας ἐπεφώνει τῷ βασιλεῖ "καλὸν ταξίδιον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐαί σοι, ὅτι ταῦτα ἐποίησας." θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἀποστέλλουσι μαγγλαβίτην τὸν Μαυροθεόδωρον ξίφει ἀνελεῖν τὸν μοναχόν. οἱ δὲ λαοὶ ἐπιδραμοῦντες ἄνουν καὶ δαιμονοῦντα αὐτὸν εἶναι· καὶ οὕτως μόλις παρῆλθε τὴν τιμωρίαν. ὀψὲ δὲ σαββάτῳ τῆς πεντηκοστῆς ἐμήνυσε Φωτίῳ πατριάρχῃ ὁ βασιλεὺς διὰ Ῥενδακίου πρωτοβεστιαρίου αὐτοῦ τὴν ἀναγόρευσιν τῆς βασιλείας ποιῆσαι Βασιλείου· καὶ τῇ ἐπαύριον ἐξῆλθον δύο σελία. οἱ δὲ λαοὶ διεταράχθησαν, πῶς ἑνὸς βασιλέως ὄντος δύο σελία ἐξῆλθον. τοῦ δὲ βασιλέως διερχομένου ἐν τῇ προελεύσει ὄπισθεν Βασίλειος περιεπάτει φορῶν σκαραμάγγιον μετὰ σπαθίου, ὡς ἔθος παρακοιμωμέ246 νοις. μέχρι δὲ τῶν βασιλικῶν πυλῶν ἐλθὼν ὁ βασιλεὺς οὐκ ἀπέθετο τὸ στέφος, καθὼς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀλλὰ μετ' αὐτοῦ εἰσῆλθεν μέχρι τῶν ἁγίων θυρῶν, καὶ ἀντιστραφεὶς ἀνέβη τρεῖς βαθμοὺς τοῦ ἄμβωνος ἐστεμμένος· καὶ ὑποκάτω τοῦ ἄμβωνος Βασίλειος ὁ παρακοιμώμενος, κάτωθεν δὲ Βασιλείου Λέων ὁ Κάστωρ καὶ ἀσηκρῆτις, ἔχων τόμον ἐπὶ χεῖρας, καὶ Μιχαὴλ πραιπόσιτος ὁ Ἀγγούρης, καὶ οἱ δήμαρχοι ἅμα τοῖς δήμοις. ἤρξατο οὖν Λέων ὁ ἀσηκρῆτις ἀναγινώσκειν λέγων ὅτι Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο κατ' ἐμοῦ ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου καὶ Βασιλείου ἐμηνύθη μοι, οὐκ ἂν ἐν τοῖς ζῶσιν ἤμην. ἐτελεύτησε δὲ ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέλω δὲ Βασίλειον παρακοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά με, εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ ὑπὸ πάντων εὐφημεῖσθαι ὡς βασιλέα. Βασίλειος δὲ ἐπληροῦτο δακρύων, καὶ δεδωκὼς ὁ βασιλεὺς Φωτίῳ πατριάρχῃ τὸ στέμμα ἄρας ἐκ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἰσαγαγεῖν ἐν τῇ ἁγίᾳ τραπέζῃ ἐποίησεν εὐχὴν ἐπ' αὐτῷ, καὶ οἱ πραιπόσιτοι ἐνέγκαντες διβιτίσιον καὶ τζαγγία ἐνέδυσαν Βασίλειον, ὅστις βαλὼν τὴν χλαμύδα ἔπεσεν εἰς τοὺς πόδας τοῦ βασιλέως. καὶ ἐξῆλθεν ὁ πατριάρχης, καὶ ἦρεν ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ ἐπέδωκεν 247 αὐτὸ τῷ βασιλεῖ· καὶ τῶν σκήπτρων πεσόντων, ὡς ἔθος, ἔστεψεν ὁ Μιχαὴλ τὸν Βασίλειον, καὶ εὐφήμησαν πάντες "Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη." ὁ δὲ τὸν τόμον ἐπαναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ, καὶ ἐλθὼν εἰς μονὴν ἀνδρείαν ἔμεινεν μέσον τοῦ λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ