79
τοδαπῶς πεποικιλμένοι καὶ κάλλους ἀφιέντες μαρμαρυγάς. Εἰς δὲ τούτους οὐχ ἅπαξ ἢ δίς γε τοῦ ἔτους ἢ πεντάκις φοιτῶμεν, ἀλλὰ πολλάκις μὲν πανηγύρεις ἐπιτελοῦμεν, πολλάκις δὲ ἡμέ ρας ἑκάστης τῷ τούτων δεσπότῃ τοὺς ὕμνους προσφέρομεν. Καὶ οἱ μὲν ὑγιαίνοντες αἰτοῦσι τῆς ὑγείας τὴν φυλακήν, οἱ δέ τινι νόσῳ παλαίοντες τὴν τῶν παθημάτων ἀπαλλαγήν· αἰτοῦσι δὲ καὶ ἄγονοι παῖδας, καὶ στέριφαι παρακαλοῦσι γενέσθαι μητέρες, καὶ οἱ τῆσδε τῆς δωρεᾶς ἀπολαύσαντες ἀξιοῦσιν ἄρτια σφίσι φυλαχθῆ ναι τὰ δῶρα· καὶ οἱ μὲν εἴς τινα ἀποδημίαν στελλόμενοι λιπα ροῦσι τούτους ξυνοδοιπόρους γενέσθαι καὶ τῆς ὁδοῦ ἡγεμόνας· οἱ δὲ τῆς ἐπανόδου τετυχηκότες τὴν τῆς χάριτος ὁμολογίαν προσ φέρουσιν, οὐχ ὡς θεοῖς αὐτοῖς προσιόντες, ἀλλ' ὡς θείους ἀνθρώπους ἀντιβολοῦντες καὶ γενέσθαι πρεσβευτὰς ὑπὲρ σφῶν 8.64 παρακαλοῦντες. Ὅτι δὲ τυγχάνουσιν ὧνπερ αἰτοῦσιν οἱ πιστῶς ἐπαγγέλλοντες, ἀναφανδὸν μαρτυρεῖ τὰ τούτων ἀναθήματα τὴν ἰατρείαν δηλοῦντα. Οἱ μὲν γὰρ ὀφθαλμῶν, οἱ δὲ ποδῶν, ἄλλοι δὲ χειρῶν προσφέρουσιν ἐκτυπώματα· καὶ οἱ μὲν ἐκ χρυσοῦ, οἱ δὲ ἐξ ὕλης πεποιημένα. ∆έχεται γὰρ ὁ τούτων δεσπότης καὶ τὰ σμικρά τε καὶ εὔωνα, τῇ τοῦ προσφέροντος δυνάμει τὸ δῶρον μετρῶν. ∆ηλοῖ δὲ ταῦτα προκείμενα τῶν παθημάτων τὴν λύσιν, 8.65 ἧς ἀνετέθη μνημεῖα παρὰ τῶν ἀρτίων γεγενημένων. Ταῦτα δὲ κηρύττει τῶν κειμένων τὴν δύναμιν· ἡ δὲ τούτων δύναμις τὸν τούτων Θεὸν ἀληθινὸν ἀποφαίνει Θεόν. Ἐξετάσωμεν γάρ, τίνες καὶ πόθεν οἱ ταύτης ἀξιωθέντες τῆς χάριτος. Ἆρά τινες ἐπίσημοι καὶ περιφανεῖς ἢ γένους αὐχοῦντες λαμπρότητα ἢ τοῖς τοῦ πλούτου περιρρεόμενοι ῥεύμασιν ἢ ἐκ 8.66 δυναστείας τινὸς γενόμενοι γνώριμοι; Οὐδαμῶς, ὦ ἄνδρες. Τού των γὰρ οὐδενὸς μετεσχήκασιν, ἀλλ' ἰδιῶται ἦσαν ἢ στρατιῶται, τινὲς δὲ αὐτῶν καὶ οἰκέται γεγένηνται καὶ θεραπαινίδες, ἐν ἀσθε νέσι δ' ἄγαν σώμασι γενναίως ἀγωνισάμεναι· καὶ αἱ μὲν σωφρό νως ἕλκουσαι τὸν τοῦ γάμου ζυγόν, αἱ δὲ τί γάμος οὐκ ἐπιστά μεναι. Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι· πολλοὶ δὲ καὶ ἱερεῖς καὶ νεωκόροι τὰ κατὰ τῆς ἀσεβείας ἀνέστη 8.67 σαν τρόπαια. Ἐκ τοιούτων ἀνδρῶν καὶ γυναικῶν ξυνέστησαν οἱ τῶν μαρτύρων χοροί. Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα· καὶ τοῖς παισὶ δὲ τὰς τούτων προσηγορίας ἐπιτιθέναι σπουδάζουσιν, ἀσφάλειαν αὐτοῖς ἐντεῦθεν καὶ φυλακὴν μηχανώμενοι. 8.68 Καὶ τί λέγω φιλοσόφους καὶ βασιλέας καὶ στρατηγούς; καὶ γὰρ αὐτῶν τῶν καλουμένων θεῶν τὴν μνήμην ἐκ τῆς τῶν ἀνθρώπων ἐξήλειψαν διανοίας. Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων 8.69 ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς. Τοὺς γὰρ οἰκείους νεκροὺς ὁ δεσπότης ἀντεισῆξε τοῖς ὑμετέροις θεοῖς, καὶ τοὺς μὲν φρούδους ἀπέφηνε, τούτοις δὲ τὸ ἐκείνων ἀπένειμε γέρας. Ἀντὶ γὰρ δὴ τῶν Πανδίων καὶ ∆ιασίων καὶ ∆ιονυσίων καὶ τῶν ἄλλων ὑμῶν ἑορτῶν Πέτρου καὶ Παύλου καὶ Θωμᾶ καὶ Σεργίου καὶ Μαρκέλλου καὶ Λεοντίου καὶ Ἀντωνίνου καὶ Μαυρικίου καὶ τῶν ἄλλων μαρτύρων ἐπιτελοῦνται δημοθοινίαι· καὶ ἀντὶ τῆς πάλαι πομπείας καὶ αἰσχρουργίας καὶ αἰσχρορημοσύνης σώφρονες ἑορτάζονται πανηγύρεις, οὐ μέθην ἔχουσαι καὶ κῶμον καὶ γέλωτα, ἀλλ' ὕμνους θείους καὶ ἱερῶν λογίων ἀκρόασιν καὶ προσευχὴν ἀξιεπαίνοις κοσμουμένην δακρύοις. 8.66 μεναι. Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς