79
χορηγουμένων ἀπολαύ σεται· διαφερόντως δὲ τεύξονται τούτων οἱ τρυφὴν ἡγούμενοι τὴν διηνεκῆ πρὸς αὐτὸν ὁμιλίαν. εʹ, ʹ. "Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμα σου, ὡς μεσημ βρίαν." Τῷ Θεῷ, φησὶ, καὶ σαυτὸν, καὶ τὰς σὰς πράξεις ἀνάθου, καὶ τὴν παρ' αὐτοῦ πρόσμενε ῥοπήν· αὐτὸς γὰρ οἷα δικαστὴς ἐξοίσει δικαίαν τὴν ψῆφον, καὶ ἀνακηρύξει σε, καὶ λαμπρὸν ἀπεργάσεται, ὡς εἶναι δῆλον ἅπασι, καθὼς τῆς μεσημβρίας τὸ φῶς. ζʹ. "Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν." Ταῦτα τοίνυν εἰδὼς, πείθου τῷ Θεῷ κυ βερνῶντι, καὶ αἰτῶν παρ' αὐτοῦ τὰ ἀγαθὰ διατέλει. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑ τοῦ· ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν." Κἄν τινα ἴδῃς πονηρὰ προαιρούμενον, καὶ τοῦ σκοποῦ μὴ διαμαρτάνοντα, ἀλλὰ κατὰ ῥοῦν φερόμενον, μὴ δυσχέραινε, μηδὲ δυσφόρει, ὡς μηδενὸς τὴν κτίσιν ἰθύνοντος. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· ηʹ, θʹ. "Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Ὅτι οἱ πονη ρευόμενοι ἐξολοθρευθήσονται." Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. "Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομή σουσι γῆν. [ιʹ, ιαʹ.] Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλὸς, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης." Εὖ γὰρ 80.1129 ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀν αρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελέσουσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνειδότος τὴν καθαρότητα. Οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λήθῃ παραδοθήσονται παντελεῖ. ιβʹ, ιγʹ. "Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δί καιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὑτοῦ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ." Καὶ διὰ τούτων παρα ψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. ∆είκνυσι γὰρ τὸν μὲν παράνομον, λυττῶντα καὶ μεμηνότα κατὰ τῶν τὸν ἀπράγμονα βίον ἀσπαζομένων· τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως· ἅτε δὴ τὴν ταχεῖαν αὐτῶν τελευτὴν προορῶντα. ιδʹ, ιεʹ. "Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐν έτειναν τόξον αὑτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἡ ῥομ φαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη." Τὴν αὐτὴν ἔχει τοῖς προ ειρημένοις καὶ ταῦτα διάνοιαν. ∆ιδάσκει γὰρ ὡς παντοδαπαῖς μὲν ὁ ἁμαρτωλὸς κατὰ τῶν οὐδὲν ἠδικηκότων κέχρηται μηχαναῖς, ταῖς δὲ οἰκείαις περιπαρήσεται πάγαις. Καὶ ῥομφαίαν γὰρ καὶ τόξον κέκληκε τὰς διαφόρους ἐπιβουλάς. Ἔοικε ταῦτα τοῖς ἐν τῷ ἑβδόμῳ εἰρημένοις ψαλμῷ· "Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο." ιʹ. "Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν." Ἄμεινον, φησὶ, μετὰ δικαιοσύ νης αὐτάρκεια, παρανόμου πλούτου καὶ περιουσίας ἀδίκου. Εἶτα δεικνὺς τὴν ἀμφοτέρων ἐπικαρπίαν, φησίν· ιζʹ. "Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος." Βραχίονας τροπικῶς τὴν δύναμιν ἀπεκάλεσεν· ἐπειδὴ διὰ τούτων ἐργάζεσθαι πεφύκασιν ἄνθρωποι. Προσφυῶς δὲ ἄγαν τὸ, ὑποστηρίζει τοὺς δικαίους, τέθει κεν· ὑπὸ δαιμόνων γὰρ καὶ ἀνθρώπων ὠθούμε νοι, ὑπὸ δὲ τῆς θείας ἐρειδόμενοι χάριτος, ἵσταν ται, καὶ τῶν ἐπιόντων περιγίνονται δυσχε ρῶν. ιηʹ, ιθ. "Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Οὐ κατ αισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται." Πάσης ἀπολαύουσι προ νοίας οἱ ἄμεμπτον βίον αἱρούμενοι. Κἂν γὰρ συμ φοραῖς περιπέσωσι, κρείττους ἀποφαίνονται τού των· καὶ κοινῆς γενομένης ἐνδείας, παρὰ τοῦ Θεοῦ 80.1132 δέξονται τὴν αὐτάρκειαν, καὶ πρὸς τούτοις τῶν αἰωνίων ἀπολαύσουσιν ἀγαθῶν. Λιμὸν δὲ ἡγοῦμαι ἐνταῦθα παραδηλοῦσθαι τὸν πάλαι Ἰουδαίοις ἀπειληθέντα· "Ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν