79
ἀπεικονίσματα τῶν μακαρίων ἐκείνων καὶ πάλαι ἁγίων· οἳ ἐν τοῖς ὁμοίοις ἀνδρικοὶ γεγονότες τῷ ἀμαράντῳ τῆς δικαιοσύνης στεφάνῳ κατεκοσμήθησαν, χορεύοντες αἰώνια. Τοιοῦτοι ὑμεῖς, καὶ ὑμῶν ὁ ἔπαινος ὑπέρτερος τῆς ἐμῆς οὐδαμινῆς γλώττης, τοσοῦτον δὲ μόνον ᾀδούσης, ὅσον τὸν καιρὸν ἀφοσιώσα σθαι καὶ τὸν πόθον θεραπεῦσαι καὶ τὸ πνεῦμα ἀναζωπυρῆσαι εἰς ἄληκτον δέησιν τοῦ ἐπικληθῆναι θεὸν τέλειον ἡμῖν τὸ τῆς εἰρήνης ἀγαθὸν ἐξανατεῖλαι. ὁρᾶτε γάρ, ὦ σεβάσμιοι, ὅπως ἔτι κραδαίνει τὰ πράγματα; δυνατὸς δὲ ἐστὶ τῇ ἀρχῇ καὶ τὸ τέλος δεξιὸν συναναφάναι. Εὔχεσθαι παρακλήθητε περὶ τῆς ταπεινώσεώς μου, ἀεισέβαστοι. 59 {1Τῇ ἡγουμένῃ τῶν Γόρδινα}1 Ἀπῄτησεν ἡμᾶς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Ἀντώνιος τὸ παρὸν γραμματεῖον, λέγων ὅτι τοῦτο ὑπεσχόμην πάλαι ποιῆσαι. καὶ δι' αὐτὸ οὖν τοῦτο καὶ διὰ τὰς ἀποστολὰς ὑμῶν ἰδοὺ προσφθέγγομαι καὶ προσαγορεύω ὑμᾶς ὡς μητέρας, ὡς ἀδελφὰς ἐν Κυρίῳ, μεμνημένος τῆς ὑπαντῆς ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διαφυγοῦσαι τὴν κοινωνίαν τῶν αἱρετικῶν καὶ διατηρήσασαι ἀσπίλους ἑαυτὰς ἀπὸ τοῦ κόσμου. Βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι. ἐπειδὴ ἔτι ἐνίσταται ἡ ἀσέβεια, τηρήσατε τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, ὡς, εἰ δέοι καὶ ἀποθανεῖν, μετὰ χαρᾶς προέσθαι ἑαυτὰς ἢ τῆς ζύμης μετασχεῖν τῶν ἑτεροδόξων. καὶ μὴν καὶ κατὰ τὸν βίον παρακαλῶ ὑμᾶς ὁσίως πολιτεύσασθαι. μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, ἀλλὰ τῇ παρθενίᾳ, ᾗ Χριστὸς ὑμᾶς ἐνυμφεύσατο, ἁγνίζετε καρδίας καὶ σώματα, φεύγουσαι ἀρρένων ὄψεις ὁρᾶν, ὅσον δυνατόν· ἐκ γὰρ τοῦ βλέπειν πῦρ ἀνάπτεται καὶ φλέγει ἁμαρτία. ἡ ἡγουμένη ὡς ἡγουμένη ἔστω, ὑποτύπωσις ἀγαθοεργίας προκειμένη, αἱ μαθήτριαι ὡς μαθήτριαι, ἓν θέλημα ἔχουσαι, μίαν καρδίαν, μὴ ἐρεσχελοῦσαι, μὴ βαττολογοῦσαι, μὴ ἰδιοκτημονοῦσαι, ἀλλὰ τὴν διδάσκαλον ἀναπνέουσαι, τὰ παρ' αὐτῆς ἐγκεκριμένα φυλάττουσαι ἐν νόμῳ Κυρίου. εἰ δὲ ταῖς μαθητρίαις ταῦτα ἀνήκει, πόσῳ μᾶλλον τῇ καθηγουμένῃ, ἧς ὅσος ὁ μισθὸς τῆς προστασίας, τοσοῦτος καὶ ὁ κίνδυνος τῆς διαμαρτησίας. τὸ ἐμὸν καὶ τὸ σὸν λέγειν ἐν κοινοβίῳ οἰχέσθω, ὡς μυρίων πολέμων αἴτιον· τὸ ἰδιορρυθμεῖν καὶ ἰδιοπραγεῖν ἐξοριζέσθω, ὡς διαλυτικὸν εὐταξίας· τὸ γλωσσομαχεῖν καὶ θορυβοποιεῖν ἀπεληλάσθω, ὡς ἀνόσιον μοναζούσαις. ἀλλ' εἴ τι σιωπηλόν, εἴ τι εὐκτικόν, εἴ τι ψαλμικόν, εἴ τι ἐργαστικόν, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ' ὑμῶν. Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα καὶ ἡμεῖς σῳζοίμεθα. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν. 60 {1Βασιλείῳ ἡγουμένῳ}1 Ἐν οἷς γέγραφεν ἡ τιμιότης σου, ἀδελφέ, ὑπέδειξεν ἑαυτὴν εὐδοκοῦσαν ἐν τοῖς ἐπιτιμίοις καὶ ἐπειγομένην πρὸς τὰ κρείττονα, καθὰ ἐξεδίδαξεν οὐ μόνον ὁ γραμματηφόρος, ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ ὁ τιμιώτατος ἀδελφὸς ἡμῶν Πέτρος, ὁ καὶ σοὶ φιλούμενος· ἐφ' οἷς ἥσθην ὁ ταπεινὸς καὶ εὐχαρίστησα. οὐ γάρ τοι μικρόν τι καὶ εὐκαταφρόνητον ὃ πεπόνθαμεν, ὦ τᾶν, ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ κεκοινωνηκότες, ἀλλὰ καὶ λίαν ἔκτοπον καὶ ἀρνητικὸν ἀριδήλως τῆς πίστεως, διότι ἡ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει· καὶ ταὐτῇ τῇ ἀρνήσει Χριστοῦ πάντες οἱ ὁπωσοῦν κεκοινωνηκότες κεκοινωνήκασιν. ἐπεὶ δὲ πάλιν ἐξηγόρευκας καὶ ἐπιτρέψαι δέει τοῦ διώκοντος ἀφανίσαι εἰκόνας, χαλεπώτερον τὸ ἀνόμημα· ὅτι δὲ καὶ ὑπογράψαι ἔφης, ὁλόσωμος ἡ ἁμαρτία καὶ ἡ ἄρνησις. Τί οὖν δεῖ ποιεῖν, ὅτι καὶ ἐπιζητοίης τὸ τῆς ὑγείας φάρμακον, καὶ οὐ φέρειν πάλιν φῂς τὴν κατ' ὀλίγον ἐπίθεσιν, ἀσθένειαν προβαλλόμενος καὶ τοῦτο κἀκεῖνο μᾶλλον εἰσδέξασθαι προαιρούμενος; στενά μοι ἑκατέρωθεν, καὶ ἐῶντι διὰ τὸ φιλάδελφον καὶ σμικρύνοντι τὸ φάρμακον διὰ τὸ τῆς ἁμαρτίας μέγεθος. ὅμως συμπιεζόμενος μᾶλλον τῇ ἀγάπῃ ὁρίζω σὺν φόβῳ καὶ τρόμῳ τάδε· ἓν ἔτος ἄλλο ἀπόσχου, ἀδελφέ, τῶν ἁγιασμάτων, ἐφ' ἑκατέροις τοῖς συμπτώμασι, τῆς τῶν ἁγίων εἰκόνων κατενέξεως λέγω καὶ ἀσεβοῦς ὑπογραφῆς (ὑπογραφὴ γὰρ κἂν ὅτι μόνον