79
ἐπαινεῖν τὸν βασιλέα Ἀναστάσιον. τῆς δὲ ἀηδίας κινουμένης, εἰσπηδήσαντές τινες ἀπὸ τοῦ θρόνου καθεῖλαν τὸν υἱὸν τοῦ αὐγουσταλίου καὶ ἀνεῖλον αὐτόν. ὁ δὲ στρατηλάτης Ἀκάκιος, ὅσους ἠδυνήθη πιάσαι, ἀνεῖλεν. καὶ ἀκούσας ὁ βασιλεὺς ὠργίσθη κατ' αὐτῶν. ὁ δὲ ∆ιόσκορος πρεσβεύσας κατεπράϋνεν αὐτόν. μεταξὺ δὲ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνόματι Τζουνδαδεέρ, ἔνθα πολλὰ χρήματα καὶ λίθους τιμίους εἶναι πολλοὺς Κουάδης μαθὼν ἐπεζήτει τοῦτο λαβεῖν. δαίμονες δὲ τῷ τόπῳ παρεδρεύοντες ἐκώλυον αὐτὸ χειρωθῆναι. πᾶσαν οὖν κινήσας τῶν παρ' αὐτῷ μάγων ἐπίνοιαν, ἔπειτα δὲ καὶ Ἰουδαίων, καὶ τοῦ σκοποῦ μὴ ἐπιτυχών, πεισθεὶς διὰ τῆς πρὸς θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκοπόν τινα Χριστιανῶν τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλεσεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβών, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ Κουάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν· τούτῳ Κουάδης καταπλαγεὶς τῷ σημείῳ πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανιχαίων καὶ Ἰουδαίων προκαθεζομένων, ἄδειαν δὲ παρέσχε καὶ τοῖς βουλομένοις βαπτίζεσθαι. Ἀλεξανδρείας ἐπίσκοπος ∆ιόσκορος ἔτη γʹ. κζʹ. κγʹ. εʹ. ϛʹ. ζʹ. αʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς εἶδεν ἐν ὁράματι ἄνδρα φοβερὸν βαστάζοντα κώδικα· καὶ τοῦτον ἀναπτύξας καὶ εὑρὼν 164 τὸ τοῦ βασιλέως ὄνομα εἶπεν αὐτῷ· "ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ιδʹ." καὶ ἀπήλειψεν αὐτά. διυπνισθεὶς δὲ καὶ προσκαλεσάμενος Ἀμάντιον τὸν πραιπόσιτον εἶπεν αὐτῷ τὸ ὅραμα. ὁ δὲ εἶπεν· "κἀγὼ ἐθεασάμην ταύτῃ τῇ νυκτί, ὅτι παρισταμένου μου τῷ κράτει σου, χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέρραξέ με εἰς τὴν γῆν καὶ ἀνήλωσεν." προσκαλεσάμενος δὲ Πρόκλον τὸν ὀνειροκρίτην ἐξεῖπεν αὐτῷ τὰ ὁραθέντα. ὁ δὲ εἶπεν αὐτοῖς· ὅτι "ἀμφότεροι οὐ μετὰ πολὺ τελειοῦσθε." τοῦ δὲ ἐπισκόπου Κωνσταντινουπόλεως Τιμοθέου ἀποθανόντος, Ἰωάννην τὸν Καππαδόκην, πρεσβύτερον καὶ σύγκελλον Κωνσταντινουπόλεως, ἐπίσκοπον ὁ βασιλεὺς προεχειρίσατο. οὗτος χειροτονηθεὶς τῇ τρίτῃ ἡμέρᾳ τοῦ πάσχα τὴν ἀποστολικὴν ἐνεδύσατο στολήν. ὁ δὲ λαὸς πολλὴν στάσιν ἐποίησε τῷ Ἰωάννῃ τοῦ ἀναθεματίσαι Σευῆρον. Τῷ δ' αὐτῷ ἔτει ἰνδικτιῶνος ιαʹ, μηνὶ Ἀπριλλίῳ θʹ, τέθνηκεν Ἀναστάσιος ὁ δυσσεβὴς βασιλεύς, βασιλεύσας ἔτη κζʹ μῆνας ζʹ, τῷ σλδʹ ἔτει ἀπὸ ∆ιοκλητιανοῦ· καὶ ἐβασίλευσεν Ἰουστῖνος ὁ εὐσεβὴς ἀντ' αὐτοῦ, ἀνὴρ πρεσβύτης καὶ πολύπειρος, ἀπὸ στρατιωτῶν ἀρξάμενος καὶ ἕως τῆς συγκλήτου προκόψας, Ἰλλύριος τῷ γένει. τινὲς δέ φασιν ὅτι θείῳ σκηπτῷ κεραυνωθεὶς Ἀναστάσιος ἐμβρόντητος γέγονεν. Κόσμου ἔτη ϛιαʹ. Τῆς θείας σαρκώσεως ἔτη φιαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. αʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κδʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος ∆ιόσκορος ἔτη γʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος βασιλεύσας πᾶσιν ἄριστος ἀνεδείχθη, 165 ζηλωτὴς μὲν τῆς ὀρθοδόξου πίστεως ἔμπυρος καὶ ἐν πολέμοις εὐδοκιμῶν, σύμβιον δὲ ἔχων ὀνόματι Λουπικίαν. ταύτην Εὐφημίαν οἱ δῆμοι ἐκάλεσαν στεφθεῖσαν αὐτὴν αὐγούσταν. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς μετὰ θάνατον Ἀναστασίου Ἰουστίνῳ τῷ μεγάλῳ σφόδρα ᾠκειώθη, ὥστε στρατηλάτου ἀξίαν παρ' αὐτοῦ δέξασθαι καὶ ὑπατεῦσαι ἐλθόντα ἐν Βυζαντίῳ καὶ ὕπατον ἀναγορευθῆναι καὶ κόμητα Πραισέντου παρρησίαν τε ἔχειν τοσαύτην πρὸς τὸν βασιλέα, ὥστε καὶ Σευῆρον προστάξαι ἐκβληθῆναι καὶ ἀναιρεθῆναι. λίαν γὰρ ἦν ὀρθόδοξος ὁ Βιταλιανός. ὁ δὲ Σευῆρος ἀκούσας ἔφυγεν, καὶ Ἰουλιανὸς Ἁλικαρνασοῦ ἐπίσκοπος· καὶ εἰς Αἴγυπτον ἀπελθόντες ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες, ∆ιοσκόρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπίσκοποι δὲ καὶ κληρικοὶ ἀπὸ Ῥώμης ἦλθον λαβόντες αὐθεντίαν ὑπὸ Ὁρμίσδου, τοῦ ἐπισκόπου