1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

80

φύλαξιν ἐγεγόνει, πάντως ἂν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρῖψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυδοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευό μενοι. 6 καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστο 146 χασμένοι ἐνεκαρτέρουν τῇ τάξει καὶ διενοοῦντο ἐν ἑαυτοῖς, ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς οὐδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν ἐς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες. 19. Τότε δὴ οὖν οἱ Ῥωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυο μένοις ἐπιβάντες ἀπέκτειναν τούς τε ἄλλους καὶ πρός γε ἐκεῖνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἀποκαλέσοι. καὶ τὸ λοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. 2 ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες ὅμως ἀνεγρόμενοι ἐπ' ἀλλήλους φοιτᾶν ἵεντο καὶ ξυναθροί ζεσθαι, ἄλλος ἄλλοθεν διεκπηδῶντες. 3 ἀλλ' οἱ Ῥωμαῖοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιού μενοι πλεῖστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε ξυνέρρει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ' ὠμότατα καὶ αὐταὶ κτεινόμεναι ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. 4 μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα οἰκτρότατα ἐτεθνήκει, τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασιν. τὰ δὲ (ξύλοις γὰρ καὶ φορυτῷ ἐτύγχανον ἐσκευασμένα) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτο μεγέθους ἐξήρθη, ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς ἔτι πορρωτέρω τὰ ποιούμενα διαγγέλλειν. 5 τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἴκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθ μυριζόμενοί τε καὶ τὰς τεκούσας ἀναβοῶντες ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν κατὰ τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες διεσπάραττον· ἔνιοι δὲ ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνερρίπτοντο καὶ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες ἐν τῷ μετεώρῳ διεπερονῶντο. 6 καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ 147 τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέφη καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται. 20. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοῖς τοιοῖσδε κακοῖς διανυσθείσης ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι, τότε δὴ ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι τοῦ φρουρίου ἐκβάντες ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. 2 οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες καὶ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις δια κεχαραγμένοι τὰ σκέλη. 3 καὶ ἐπ' ἐκεῖνον μὲν αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καὶ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ