1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

80

τάγμασιν ἐφε στηκότες), τούτοις δὴ οὖν ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομένοις ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππό ται, οἰόμενοι ἅπαντας τῷ πλήθει ξυλλαβόντες ῥᾳδίως διαχειριεῖσθαι. 6 οἱ δὲ τῇ τῶν πολέμων ἐμπειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες ἀρετῆς ἐπεδείκνυντο ἔργα. καὶ ἦν ἐπὶ πολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσίν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾶν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. 7 ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ὄρους ἐπιφανείσης ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ' ὁ τῶν Ῥωμαίων στρατός (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἀναμεμιγμένοι) ἐνέ κειντο μάλα διώκοντες, ἕως τοὺς πλείστους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσω θῆναι. 8 εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι, καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἄν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. 9 νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστο τάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδόν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ ἀντιπαρακελεύεσθαι καὶ ὁποῖα ἄττα τις φήσειεν, τοιάδε καὶ ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέ παινα ὑπῆρχε τὰ ἐγχειρήματα. 10 ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι καὶ τοὺς μὲν τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐπράσσετο μὲν οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παρρησιάζεσθαι πρὸς τοὺς πέλας καὶ τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι ἢ τὸ μὴ τά οἱ δόξαντα διαπραχθῆναι.

17. Ἐν τούτοις δὴ οὖν ὄντες πόρρω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, 144 κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ ἐπανερχόμενοι. 2 ταῦτα δὲ μαθὼν ὁ Μαρτῖνος ἐκπέμπει ὡς τάχιστα ἐπ' αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετι μημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, ∆ακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον. 3 ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ Ῥουστί κου ἔχων ἐπίταγμα, ἐφ' ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγ γέλλειν καὶ τῶν στρατιωτῶν τοὺς ἀριστεύοντας τοῖς βασιλείοις δώροις φιλοφρονεῖσθαι. 4 οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι εὐθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοθεν διαιτω μένοις ἐπιθέσθαι καὶ τὸ ξύμπαν διαταράξαι. τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἀλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ· φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπερρωγυῖαι, ἐπὶ πλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. 5 τό γε μὴν ἐπιχώριον ἐμπειρίᾳ τῶν τόπων ἔκ τινος στενοτάτης ὁδοῦ καὶ ὑπο λανθανούσης μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως, καταφέρονται δὲ ὅμως, εἴ που δεήσοι, καὶ αὖθις ἀνέρπουσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ πίδακες ποτίμου ὕδατος ἀνα βλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ κολωνῷ ἐνοικοῦντες. 6 τότε δὴ οὖν (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖοι καὶ ἀπεῖργον τὸ