80
συνφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι οὐχ ὡς ἄδικον, ἀλλ' ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἑνὶ τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ρδήτινι τρόπῳ βλάπτειν δυνα- μένου. θαρσήσαντες οὖν πρόσιτε τῷ θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρ- χειν καὶ κυριεύειν γεγενημένοι, οἵτινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζσοις ἐοικότα πράξαντες [τῆς ψυχῆς] τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζσοις ἔστιν εἰπεῖν· «Oὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις» καὶ τὰ ἑξῆς. διὸ μὴ φθονέσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνα- τὸν γάρ ἐστιν, ἐὰν τῷ θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε· καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀπο- καταστῆναι δυνήσεσθε. Ἄρξασθε οὖν ἀποδύεσθαι τῶν κενῶν εἰδώλων τοὺς ἐπιβλαβεῖς φόβους, ὅπως τὴν ἄδικον φύγητε δουλείαν· δεσπόται γὰρ γεγόνασιν ὑμῶν ἐκεῖνοι, οἳ καὶ εἰς δούλους ὑμῖν ἄχρηστοι τυγχάνουσιν. λέγω δὲ περὶ ὕλης τῶν ἀψύχων ἀγαλμάτων τῶν μηδὲ πρὸς τὸ δουλεύειν ὑμῖν χρησιμευόντων. οὔτε γὰρ ἀκούει οὔτε βλέπει οὔτε αἰσθάνεται, ἀλλ' οὐδὲ μὴν κινηθῆναι δύναται. ἢ γὰρ βούλεταί τις ὑμῶν οὕτως ὁρᾶν ὡς ὁρᾷ καὶ ἀκούειν ὡς ἀκούει καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι; ἀλλ' ἀπείη τοιαύτῃ λοιδορίᾳ λοιδορεῖν πάνθ' ὁντινοῦν ἄνθρωπον, εἰκόνα περιφέροντα θεοῦ, εἰ καὶ τὴν ὁμοιότητα ἀπώλεσεν. τοὺς γοῦν θεοὺς ὑμῶν τοὺς χρυσέους καὶ ἀργυρέους ἢ καὶ ἐξ ἄλλης τινὸς ὕλης γεγενημένους εἰς τὴν πρώτην αὐτῶν φύσιν ἀποκαταστή σατε, εἴς τε φιάλας λέγω καὶ λεκάνας καὶ τὰ λοιπὰ πάντα, ὅσα ὑμῖν πρὸς ὑπηρεσίαν χρήσιμα εἶναι δύναται, καὶ τὰ ὑμῖν ἀπ' ἀρχῆς δοθέντα ἀγαθὰ ἀποκατασταθῆναι δυνηθήσεται. ἀλλ' ἴσως ἐρεῖτε· Oὐκ ἐῶσιν ἡμᾶς τοῦτο ποιῆσαι οἱ τῶν ἐφεστώτων νόμοι. καλῶς ὅτι νόμοι, καὶ οὐκ αὐτῶν τῶν εἰκαίων σεβασμάτων ἡ μὴ οὖσα δύναμις. πῶς οὖν αὐτοὺς θεοὺς νενομί- κατε, ὑπὸ ἀνθρωπίνων νόμων ἐκδικουμένους, ὑπὸ κυνῶν φρουρουμένους, ὑπὸ μοχλῶν φυλασσομένους; καὶ ταῦτα ἐὰν χρύσεα <ᾖ> ἢ ἀργύρεα ἢ χάλκεα· τὰ γὰρ λίθινα ἢ ὀστράκινα ὑπὸ τῆς ἀτιμίας φυλάσσεται, ὅτι οὐδεὶς ἀνθρώπων λίθινον ἢ ὀστράκινον ὀρέγεται κλέψαι θεόν. ὥστε μεγάλῳ κινδύνῳ ὑπόκεινται οἱ ἐκ πολυτελεστέρας ὕλης γεγενημένοι ὑμῶν θεοί. πῶς δὴ καὶ θεοί εἰσιν, κλεπτόμενοι, χωνευόμενοι, σταθμιζόμενοι, φρουρούμενοι; ὢ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώ- στοις τόποις οὐκ οἶδεν οὓς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν ἢ τῶν λεγομένων θεῶν· πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ