80
αὐτοῖς ἐπιπλήσσειν, σωφρονίζοντες αὐτὰ μετὰ ἐμβριθείας· οὐ γὰρ ἀποκτενεῖτε αὐτὰ παιδεύοντες, μᾶλλον δὲ σώσετε αὐτά, καθώς που καὶ ὁ Σολομὼν ἐν τῇ Σοφίᾳ φησίν· «Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε· οὕτως γὰρ ἔσται σοι εὔελπις· σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ·ύσῃ ἐκ θανάτου.» Καὶ πάλιν λέγει ὁ αὐτὸς οὕτως· «Ὃς φείδεται τῆς βακτηρίας ἑαυτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν.» Καὶ ἑξῆς· «Κλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἐστὶν νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.» Ὃς φείδεται οὖν παραινεῖν καὶ σωφρονίζειν τὸν ἑαυτοῦ υἱόν, μισεῖ τὸν ἴδιον παῖδα. Ἐκδιδάσκετε οὖν ὑμῶν τὰ τέκνα τὸν λόγον Κυρίου, στύφετε δὲ αὐτὰ καὶ δαρμοῖς καὶ ποιεῖτε ὑποτακτικά, ἀπὸ βρέφους διδάσκοντες αὐτὰ ἱερὰ γράμματα, ἡμέτερά τε καὶ θεῖα, καὶ πᾶσαν γραφὴν θείαν παραδιδόντες αὐτοῖς, ἄνεσιν αὐτοῖς μὴ διδόντες κατεξουσιάζειν ὑμῶν παρὰ τὴν ὑμετέραν γνώμην, μετὰ ὁμηλίκων εἰς συμπόσιον μὴ ἐῶντες αὐτὰ συμβάλλειν· οὕτω γὰρ εἰς ἀταξίαν ἐκτραπή σονται καὶ εἰς πορνείαν περιπεσοῦνται. Καὶ ἐὰν παρὰ τὴν τῶν γονέων ἀμέλειαν τοῦτο πάθωσιν, ἔνοχοι τῶν ψυχῶν αὐτῶν οἱ γεννήσαντες ὑπάρξουσιν· εἰ γὰρ τῇ τῶν γονέων ·ᾳθυμίᾳ σύνεισιν ἀκολάστοις, οἱ παῖδες ἁμαρτήσαντες οὐκ αὐτοὶ μόνοι κολασθήσονται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν οἱ γονεῖς αὐτῶν κριθήσονται. ∆ιὰ τοῦτο σπουδάζετε ὥρᾳ γάμου ζευγνύναι καὶ συναλλάσσειν αὐτά, ἵνα μὴ τῆς ἡλικίας ἐν τῇ ἀκμῇ ζεούσης ἔθη πορνοκόπα ἀποβῇ, καὶ ὑμεῖς ἀπαιτηθήσεσθε τὸν λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὸ Κυρίου τοῦ Θεοῦ. Περὶ δὲ οἰκετῶν τί ἂν εἴποιμεν πλεῖον, ἢ ὅτι καὶ ὁ δοῦλος εὔνοιαν εἰσφερέτω πρὸς τὸν δεσπότην μετὰ φόβου Θεοῦ, κἂν ἀσεβὴς κἂν πονηρὸς ὑπάρχῃ, οὐκέτι μέντοι καὶ ὁμόνοιαν κατὰ τὴν θρησκείαν. Καὶ ὁ δεσπότης ἀγαπάτω τὸν οἰκέτην, κἂν διάφορος ᾖ, τὸ ἶσον κρινέτω, ᾗ ἄνθρωπος ὑπάρχει. Ὁ δὲ πιστὸν ἔχων δεσπότην, σῳζομένης αὐτῷ τῆς κυρίας, ἀγαπάτω καὶ ὡς δεσπότην καὶ ὡς ὁμόπιστον καὶ ὡς πατέρα, μὴ ὡς ὀφθαλμόδουλος, ἀλλ' ὡς φιλοδέσπο τος, εἰδώς, ὅτι ὁ Θεὸς αὐτῷ τὴν μισθαποδοσίαν ἀποτίσει τῆς ὑπηρεσίας. Ὡσαύτως καὶ ὁ κύριος ὁ πιστὸν ἔχων οἰκέτην, σῳζομένης αὐτῷ τῆς θεραπείας, ἀγαπάτω ὡς υἱὸν ἢ ὡς ἀδελφὸν διὰ τὴν τῆς πίστεως κοινωνίαν. Πάσῃ βασιλείᾳ καὶ ἀρχῇ ὑποτάγητε ἐν οἷς ἀρέσκει Θεῷ, ὡς Θεοῦ διακόνοις καὶ τῶν ἀσεβῶν τιμωροῖς· πάντα φόβον τὸν ὀφειλόμενον αὐτοῖς ἀποπληρώσατε, πᾶσαν εἰσφο ράν, πᾶν τέλος, πᾶσαν τιμήν, δόσιν, κῆνσον. Θεοῦ γὰρ τοῦτο διάταγμα, μηδενὶ μηδὲν χρεωστεῖν, εἰ μὴ τὸ τῆς