Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἡμεῖς δι' αὐτὸν ἐν τούτοις. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν μάρτυ- ρας αὐτῷ γενέσθαι προστέταχεν, τοῦ ὀξέως προνο- μὴν ποιῆσαι σκύλων. Προσετίθει δὲ, ὅτι "6Πάρεστι γάρ."6 Μεμαρτύρηκε γὰρ ὁ νόμος, καὶ μὴν ἡ τῶν ἁγίων προφητῶν προανάῤῥησις, ὅτι γεννηθεὶς ὁ Χριστὸς σκυλεύσει τὸν Σατανᾶν, καὶ διαρπάσει τὰ σκεύη αὐτοῦ, καθά φησιν αὐτὸς, τοῦτ' ἔστιν, ἰδίους ποιή- σεται τοὺς ἐκείνου προσκυνητάς ποτε. Τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς, ὡς ἐν τρόπῳ παρα- δείγματος λέγων· "6Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει τὰ σκεύη αὐτοῦ;"6 Λέγων δὲ, ὅτι "6Πάρεστι γὰρ,"6 οὐκ εἰς μακρὰν ἔσεσθαι τὴν ἀνάδειξιν τοῦ Ἐμμανουὴλ κατεπηγγέλλετο. Τοῦτό τοι καὶ πρὸς τὸν μακάριον Ἀμβακοὺμ εὑρίσκεται λέγων· "6Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ."6 9Καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐ- τοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυ- ρίων.9 Εἰπὼν ἀνωτέρω τὸ, "6Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ 70.224 Ἐμμανουήλ·"6 προστέταχε νῦν καλεῖσθαι τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἆρ' οὖν εἰκαῖον ὄνομα αὐτῷ τὸ πρῶτον, τοῦτ' ἔστιν, Ἐμμανουήλ; πρέποι δ' ἂν ὅτι μάλιστά γε τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ δια- φόροις ὀνόμασι τὸν τῶν ὄντων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ' ὅτε προσεπινοεῖν τὰς κλήσεις. Τοῦτο τετήρηται καὶ ἐπ' αὐτοῦ τοῦ Χριστοῦ. Θεὸς γάρ ἐστιν ἀληθινὸς, καὶ ὅτι μὲν Θεὸς ὢν φύσει, γέγονε μεθ' ἡμῶν ὁ Λόγος, ὅτ' ἐπέφηνε καθ' ἡμᾶς, κατασημαίνει μὲν ἂν καὶ μάλα σαφῶς τὸ, Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἐσκύλευσε τὸν Σατανᾶν, καὶ μὴν καὶ ἐξείλετο τῆς ἐκείνου σκαιότητος τοὺς πάλαι διηρπα- σμένους, καὶ δουλεύοντας αὐτῷ διὰ τῆς ἁμαρτίας, ἐκδείξειεν ἂν τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνό- μευσον. Ὅτι δὲ ὡς Θεὸς ἀφράστῳ δυνάμει κατορ- θοῦν ἔμελλε τῶν ἐπὶ γῆς τὴν λύτρωσιν προαναφαίνει λέγων· "6∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων."6 Βαθὺς δὲ σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ πνευματικὸν τὸ διήγημα. Κέκρυπται γὰρ ἀσαφείαις ἀεί πως ὁ θεῖος λόγος· οὐχ εὑρήσομεν γὰρ ὡς ἐν ἱστορίᾳ τε καὶ ἐν αἰσθητοῖς πράγμασιν, ὅτι γεννηθεὶς εὐθὺς ὁ Χριστὸς, ἢ τὴν ∆αμασκὸν ἐσκύλευσεν, ἢ τὴν χώραν τοῦ βασιλέως τῶν Ἀσσυρίων, λυτρούμενος τοὺς ἐκ τῆς Σαμαρείας εἰς τὴν ἐκείνου χώραν ἀπ- ενηνεγμένους. Ὅταν δὲ νοητῶς ἐκλάβωμεν, τότε δὴ πάντως τὸ ἀληθὲς ὀψόμεθα. Οὐκοῦν ἥ τε ∆αμασκὸς, ἤγουν Συρία πᾶσα, καὶ μὴν ἡ τῶν Ἀσσυρίων χώρα, τοῦτ' ἔστιν, ἡ Περσῶν τε καὶ Μήδων μεμέστωτο μὲν εἰδώλων· καὶ διὰ τοῦτο κέκληται γῆ τῶν γλυ- πτῶν· ἦσαν γὰρ βωμοὶ καὶ τεμένη πανταχοῦ, καὶ οἱ τοῖς τεμένεσιν ἐμφιλοχωρεῖν εἰωθότες, φημὶ δὴ τὰ τῶν ψευδομάντεων γένη, καὶ οἷς ἡ τέχνη πρὸς γοήτειαν. Πᾶσα δὲ τούτων ἡ δύναμις ἦν, τὰ παρ' ἑκάστοις θρησκευόμενα δαιμόνια, καὶ ὁ τούτων ἡγού- μενος Σατανᾶς. Ὅτε τοίνυν ἔμελλε τήν τε ∆αμασκοῦ δύναμιν, καὶ μὴν καὶ τὴν τοῦ βασιλέως τῶν Ἀσσυ- ρίων, τοῦτ' ἔστι τὸν Σατανᾶν καὶ τὰ πονηρὰ καὶ βέβηλα τῶν δαιμονίων στίφη, μονονουχὶ καταληΐσα- σθαι Χριστὸς, ἀπαλλάξαι τε τῆς ὑπ' αὐτῷ δουλείας τοὺς ἠπατημένους, καὶ πρὶν ἡλικίας σωματικῆς εἰς τοῦτο ἐλθεῖν, ᾗπερ ἂν πρέποι τὸ εἰδέναι δύνασθαι καλεῖν πατέρα ἢ μητέρα, διεσάφησεν εἰπών· "6∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται τὴν δύναμιν ∆αμασκοῦ."6 Τὸ δὲ, Λήψεται, ἀντὶ τοῦ, Χειρώσεται. Λήψεται δὲ ὁμοίως καὶ τὰ σκύλα Σαμαρείας. Τοῦτ' ἔστιν, ἀπαλλάξει τοὺς αἰχμαλώτους πολεμήσας ὑπὲρ αὐτῶν. Ἀπέναντι τοῦ βασιλέως Ἀσσυρίων. Τοῦ νοητοῦ δηλονότι, φημὶ δὴ τοῦ Σατανᾶ. Αὐτὸς γὰρ ἦν καὶ ἡ