80
ἔτος γψοεʹ. 172 Αἰγυπτίων λςʹ ἐβασίλευσεν Ἀμενσῆς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψζʹ. Αἰγυπτίων λζʹ ἐβασίλευσε Μισφραγμούθωσις ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωαʹ. Αἰγυπτίων ληʹ ἐβασίλευσε Μισφρὴς ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωιζʹ. Αἰγυπτίων λθʹ ἐβασίλευσε Τούθμωσις ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωμʹ.
ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων λζʹ ἐβασίλευσε Φρουορῶ, ἤτοι Νεῖλος, ἔτη εʹ.
τοῦ δὲ κόσμου ἦν ἔτος γωπθʹ ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωζδʹ. Θηβαίων ληʹ ἐβασίλευσεν Ἀμουθαρταῖος ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιγʹ. Ἡ τῶν ληʹ βασιλέων τῶν κατ' Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν ∆ιοσπόλει ἱερογραμματέων παρ έφρασεν ἐξ Αἰγυπτίας εἰς Ἑλλάδα φωνήν, ἐνταῦθα ἔληξεν ἀρχή, ἀρξαμένη μὲν ἀπὸ τοῦ βʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ γοεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφεξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ Ἀπολλοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐν ταῦθα ὡς μηδὲν συμβαλλομένας ἡμῖν παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐ τῶν.
ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιθʹ ἐβασίλευσε Σικυὼν ἔτη μβʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γζʹ. Σικυωνίων κʹ ἐβασίλευσε Πόλυβος ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλβʹ. 173 Σικυωνίων καʹ ἐβασίλευσεν Ἴναχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δοεʹ. Σικυωνίων κβʹ ἐβασίλευσεν Ἥφαιστος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκʹ. Σικυωνίων κγʹ ἐβασίλευσεν Ἄδραστος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλʹ. Σικυωνίων κδʹ ἐβασίλευσε Πολυφείδης ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλζʹ. Σικυωνίων κεʹ ἐβασίλευσε Πελασγὸς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρξηʹ.
ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων γʹ ἐβασίλευσεν Ἆπις ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος γωηʹ. Ὁ ἐπὶ Ὠγύγου παλαιότατος παρ' Ἕλλησιν ἱστορούμενος ἐν Ἀκτῇ, τῇνῦν Ἀττικῇ, κατακλυσμὸς τούτοις γέγονε τοῖς χρόνοις. διαφόρως γὰρ ἱστο ρεῖται, τῶν μὲν ἐπὶ Φορωνέως, τῶν δὲ ἐπὶ Ἄπιδος λεγόντων. ὁμοίως δὲ καὶ ἡ ἀπ' Αἰγύπτου πορεία τοῖς Ἑλλήνων ἱστορικοῖς οὕτω φέρεται δια φόρως κατὰ τοὺς αὐτοὺς χρόνους τῷ ἐπὶ Ὠγύγου κατακλυσμῷ. συμφω νοῦσι δὲ τούτοις ἐν τούτῳ καὶ Ἰώσηππος καὶ Ἰοῦστος Ἰουδαῖοι ἱστορικοὶκαὶ τοῦ καθ' ἡμᾶς λόγου Κλήμης ὁ στρωματεὺς καὶ Τατιανὸς καὶ Ἀφρι κανός, οὗ καὶ χρῆσιν ἑξῆς παραθώμεθα. Ἀφρικανοῦ Ἐν τρίτῳ λόγῳ φησί· «Φαμὲν τοίνυν ἔκ γε τοῦδε τοῦ συντάγματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος, πολλῶν δια φθαρέντων διασωθεὶς κατὰ τὴν ἀπ' Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως ἔξοδον, γεγενῆσθαι.» καὶ μετ' ὀλίγα «Μετὰ δὲ Ὤγυγον διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθʹ. τὸν μὲν γὰρ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶνὀνομάτων οὐδὲ γενέσθαι φησὶν ὁ Φιλόχορος.» καὶ μεθ' ἕτερα «Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὅπως ἀπὸ Μωυσέως ἐπὶ τὸν αὐτοῦ χρόνον, ἔτη 174 ασλεʹ. ἀλλὰ καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα, Πολέμων μὲν ἐν πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων· ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύ πτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν· οὗτοι δηλονότι οἱ μετὰ Μωυσέως. Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν δʹ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιος Αἰγύπτου βασιλεύοντος ἀποστῆναιἸουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δέ τινι καὶ Ἰουδαίων, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν.» Τοῦτον τὸν Ἆπίν φησι πρῶτον Αἰγυπτίοις