80
τε ἐγκλήματα κομίζειν καὶ ἀπολογίαν ζητεῖν ὑπὲρ αὐτῶν. πέμπονται τοίνυν ἀπὸ μὲν τῶν ἀρχιερέων ἓξ, καὶ τοσοῦτοι συγκλητικοὶ, ἔκ τε τῶν τῆς ἐκκλησίας ἀρχόντων καὶ τῶν ἀρχι μανδριτῶν λεγομένων ἀνδρῶν εὐλαβῶν ἴσοι τὸν ἀριθμὸν ἐξ ἑκατέρων. σὺν τούτοις καὶ οἱ παρὰ βασιλέως πρότερον ἀποσταλέντες, ὅ, τε τῶν Μογλαίνων ἐπίσκοπος Νίφων καὶ Κλειδᾶς ὁ δικαιοφύλαξ, οἷς δὴ καὶ τὰ κατὰ τοῦ νέου βασιλέως ἐγκλήματα ὁ πρεσβύτερος ἐνεχείρισε βασιλεύς. ἐπὶ τούτοις πᾶσι καὶ ὁ ἀρχιεπίσκοπος Βουλγαρίας Γρηγόριος, ἀνὴρ σοφός τε εἰς λόγους καὶ θαυμάσιος ἐν συνέσει καὶ τῆς ὄντως σοφίας ἄκρως ἐπειλημμένος, καὶ σὺν αὐτῷ Θεόδωρος ὁ Ξανθόπουλος, καὶ αὐτὸς ἀρετῇ τε καὶ συνέσει καὶ παιδείᾳ κεκοσμημένος. οὗτοι μὲν οὖν εἰς Ῥήγιον πάντες ἦλθον τὰς τοῖν βασιλέοιν ἐξετάσοντες διαφοράς. ἰδὼν δὲ αὐτοὺς βασιλεὺς ὁ νέος, εὐθὺς μὲν ἡδονῆς ἀνάπλεως καὶ θυμηδίας ἦν, ἅτε δὴ μέλλων ὑπὲρ ὧν κατηγορεῖτο διδόναι λόγον· προσαγορεύσας δὲ αὐτοὺς, ἐκέλευεν ἀναπαύλης ἀπολαύειν, ὡς ἐς τὴν ὑστεραίαν ἅμα πρωῒ τοῦ συλλόγου γενησομένου. οἱ μὲν οὖν οὕτως ἐποίουν· βασιλεὺς δὲ ἅμα ἕῳ τῶν τε ἰδίων τοὺς ἐπιφανεστέρους καὶ τοὺς ἐκ βασιλέως ἀφιγμένους εἰς τὸν σύλλογον ἐκάλει. ὡς δὲ πάντες παρῆσαν, σιωπὴ μὲν τὸ θέατρον κατέσχεν ἐπὶ μικρὸν, καὶ πάντες ὡς ἐπὶ καινοῖς τισι παρεῖχον μετεώρους τὰς ἀκοάς. ἤρξατο δ' ἀρχιεπίσκοπος οὕτως εἰπών· «κράτιστε βασιλεῦ, 1.227 τῶν μεταξὺ τῶν βασιλέων ὑμῶν κεκινημένων νῦν ἕνεκα διαφορῶν αὐτὸς μὲν ᾔτησας, εἰς Βυζάντιον ἐλθὼν ἐπὶ τοῦ βασιλέως τὰς εὐθύνας παρέχειν, ἢ εἰ μὴ τοῦτο, τοῦ πατριάρχου ἐνταυθοῖ γενομένου, δίκῃ διαλύεσθαι τὰ ἐγκλήματα. τούτων μὲν οὖν ἑκάτερον οὐ ῥᾴδιον ἦν ᾗ αὐτὸς ἠξίωκας γενέσθαι· προστάξαντος δὲ βασιλέως καὶ πατριάρχου, ἥκομεν ἡμεῖς ὑπὲρ ὧν ἐγκαλῇ τὰς ἀπολογίας ἀκουσόμενοι. σύ τε δίκαιος ἂν εἴης, εἴ τι περὶ αὐτῶν ἔχεις λέγειν, διεξιέναι.» εἶπεν οὖν ὁ βασιλεύς· μζʹ. «Καὶ βουλομένῳ μοι πάνυ ἡ πρὸς ἐμὲ ἄφιξις γεγένηται ὑμῶν, καὶ εὐχῆς ἔργον ἡγοῦμαι τὸ καὶ ὁπωσοῦν ὑπὲρ ὧν κατηγοροῦμαι καιρόν τινα εὑρήσειν ἀπολογίας. οὐ δίκαιον δὲ ἡγοῦμαι, οὔτε μήν τινα λόγον σῶζον, ἐμὲ μὲν πολλάκις τῆς εἰς τὸν βασιλέα αἰδοῦς καὶ εὐπειθείας αὐτοῖς ἔργοις ἐναργεῖς παρέχεσθαι τὰς ἀποδείξεις, τῆς ἴσης δὲ εὐνοίας οὐδὲ λόγοις γοῦν ψιλοῖς ἀξιοῦσθαι παρ' αὐτοῦ. καίτοι γε ἐχρῆν πρὸς τὰς πράξεις τὰς ἐμὰς τοὺς τῶν συκοφαντῶν παραβάλλοντα λόγους, ἢ κολάζειν αὐτοὺς ἀξίως τῆς κακουργίας ἑαυτῶν, ὡς ἂν αὐτοί τε παύοιντο συκοφαντοῦντες καὶ τοῖς ἄλλοις εἶεν παράδειγμα σωφροσύνης, ἢ, τό γε δεύτερον, αὐτοῖς μὲν σφοδρῶς ἐπιπλήττειν καὶ ἐπιτιμᾷν τοῦ τοιαῦτα ἕνεκα τολμᾷν· βεβαίαν δὲ καὶ ἡδρασμένην τὴν εἰς ἐμὲ εὔνοιαν τηρεῖν, ὅπερ ἔφην, ἐκ τῶν ἔργων σαφεῖς ἔχοντα τὰς ἀποδείξεις, ὡς εὐνούστατος ἐγὼ περὶ αὐτὸν καὶ τὴν παιδὶ πρέπουσαν ἀγαθῷ πρὸς πατέρα αἰδῶ τε καὶ εὐπείθειαν καὶ δουλείαν ἀποσώζων. ἐπεὶ δὲ 1.228 τοῦτο μὲν τὴν ἐναντίαν ᾗ προσῆκεν εἴληχε τάξιν, καὶ τὰ μὲν ἡμέτερα ἔργα τῆς βασιλέως ἐξεῤῥύηκε μνήμης παντελῶς· οἷς δὲ ἔργον ἐπιμελὲς, ἡμᾶς ἀλλήλοις διαβάλλοντας, τῇ κοινῇ λυμαίνεσθαι Ῥωμαίων εὐδαιμονίᾳ, τοῖς λόγοις κατάκρας ἑάλω, τί λοιπὸν ἢ σφόδρα μὲν ἀλγῆσαι ἐφ' οἷς παρ' ἀξίαν ἀτυχῶ, συγγνώμην δὲ πρὸς πατρὸς καὶ τῶν διαβολῶν ἕνεκα αἰτεῖν, ἢ, τό γε δεύτερον, βάσανον καὶ δίκην ἐφ' οἷς ἀδίκως ἐγκαλοῦμαι; ὃ δὴ καὶ διετέλεσα ποιῶν, εἰς ἑξηκοστὴν τήνδε ἡμέραν ἢ καὶ μᾶλλον ὑπαίθριος ταλαιπωρῶν μετὰ τουτωνὶ πάντων ὧν ἄγω, ἐν ὥρᾳ μάλιστα χειμῶνος, καθάπερ δὴ ἴστε καὶ αὐτοί. ἦν μὲν οὖν κράτιστον, ἐπὶ βασιλέως αὐτοῦ, παρόντος καὶ πατριάρχου καὶ τοῦ κοινοῦ τῶν Ῥωμαίων παντὸς, ποιεῖσθαι τὰς ἀπολογίας, ἵν' ἢ διαφυγὼν τὰς αἰτίας, πᾶσι καταστήσω ἐμφανὲς, ὡς βιαιότατα καὶ ἄδικα ὑπὸ τῶν συκοφαντούντων ὑπομένω, ἢ ἁλοὺς ταῖς ἁπάντων ψήφοις ἀδικῶν, μηκέτι δύνωμαι πρὸς ἀναβολὰς χωρεῖν μηδ' ἔφεσιν ζητεῖν, ὡς ἢ πρὸς χάριν ἢ πρὸς φιλονεικίαν ὑπὸ τῶν δικασάντων καταψηφισθεὶς, ἀλλὰ τὴν ἀξίαν δίκην δῶ. ἐπειδὴ δὲ οὕτω δεῖν εἶναι κέκρικεν ὁ