80
ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν 1.201 ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." τὰ περὶ τοῦ ̓Επιφανοῦς ̓Αντιόχου διὰ τούτων ὁ ∆ανιὴλ προδιδάσκεται, ος ̓Αντιόχου μὲν τοῦ μεγάλου υἱὸς ην, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ ̓Ιουδαίους ἐστράτευσε καὶ τῆς τῶν ̔Ιεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ εθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ ∆ιὶ βωμὸν ἱδρυσάμενος τὸ εθνος ολον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ αρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό "ἐμεγαλύνθη εως τῆς δυνάμεως τοῦ οὐρανοῦ" ὑπαινίττεται. τὸ δέ "επεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς" τοὺς ἐκ τοῦ ̓Ιουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οι τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ' ἐκείνου συμπατηθέντες. ἀστέρες δ' ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, η οτι τῷ ̓Αβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ αστρα τοῦ οὐρανοῦ. "Καὶ εως τοῦ αρχοντος τῆς δυνάμεως ἱδρύθη." καὶ κατ' αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ αρχοντος τῶν ανω δυνάμεων. "καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη." ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύας λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ' αὐτῇ παρανομίαν. διὰ δὲ τοῦ "ἐρρίφη χαμαὶ δικαιοσύνη" ἡ τῶν νομίμων ἀθέτησις καὶ οἱ αδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι 1.202 μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ ουτως ἀσεβῶν ὁ ̓Αντίοχος εὐωδοῦτο, φησί. ̓Επὶ τούτοις ἐπάγει ὁ ∆ανιήλ "καὶ ειπεν εις αγιος τῷ φελμουνί, εως πότε ἡ ορασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ ειπεν αὐτῷ, εως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ αγιον." ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται αγγελοι δηλοῦντες αὐτῷ οτι τέλος εξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ετερος τὸν ετερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ' ινα μάθῃ ὁ ∆ανιήλ. ὁ δ' ἐρωτώμενος ἀπεκρίνατο "ἡμέραι δισχίλιαι καὶ τριακόσιαι εως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ αγιον." ἑσπέραν μὲν ουν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν η καὶ ολον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ εοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι' ων φησιν οτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι εξ ἀποτελοῦσι μῆνας καὶ ἰσαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν ̔Εβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ' ̓Αντιόχου τοῖς ̓Ιουδαίοις ἐπενεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη. Ειτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ ∆αρείου πάλιν τοῦ Μήδων αρχοντος, ος καὶ Κυα1.203 ξάρης ὠνόμαστο καὶ ̓Ασούηρος, ̓Αστυάγους ων υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ηψατό τις ἀνὴρ ῳ ονομα Γαβριήλ. ηψατο δὲ αὐτοῦ ὡσεὶ ωραν θυσίας ἑσπερινῆς, η κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, η ἐπὶ τοσαύτην ωραν ἐφ' οσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ ειπε τῷ ∆ανιήλ "νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι οτι ἀνὴρ ἐπιθυμιῶν ει σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ" ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν ουσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι' αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ινα μὴ πᾶσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ' ἐπιθυμιῶν ἐκλήθη ὁ ∆ανιὴλ η ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, η ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, η οτι ἐπιθυμητὸς ην καὶ ἐπέραστος δι' ην μετήρχετο