80
ˉαˉιˉοˉς· ̓Ελκαῖος, ̓Ελκείδης. τὰ ἀπὸ τῶν εἰς ˉηˉς ἐχόντων τὴν γενικὴν εἰς ˉοˉυˉς, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ˉι γράφεται· Εὐτυχὴς, Εὐτυχοῦς, Εὐτυχίδης· ̓Αχαιμένης, ̓Αχαιμένους, ̓Αχαιμενίδης· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ διφθόγγου· ̔Ηρακλῆς, ̔Ηρακλοῦς, ̔Ηρακλείδης, χωρὶς τριῶν, Θρασυμηδίδης, ∆ιακηρίδης καὶ Θουκυδίδης· ταῦτα alpha.334 γὰρ μακρᾷ παραλήγονται. τὰ δὲ μὴ πατρωνυμικὰ διὰ τοῦ ˉι· Λητοΐδης, ὁ τῆς Λητοῦς, ∆αναΐδης, ὁ τῆς ∆ανάης, Νιοβίδης, ὁ τῆς Νιόβης. οθεν τὸ Φιλομηλείδης κύριον λέγεται ειναι· εἰ γὰρ ην μητρωνυμικὸν, διὰ τοῦ ˉι ἐγράφη αν. ̓Αταινίωτοσ. ἀστεφάνωτος. Ατυφοσ. ἀκενόδοξος. (Θηλυκόν.) ̓Αταυρώτη. ἁγνὴ, αμικτος. ταῦρος γὰρ τὸ αἰδοῖον τοῦ ἀνδρός. Ἀτασθαλία. κυρίως ἡ περὶ τὴν θαλείαν ητοι τὴν εὐωχίαν ατη· ὡς παροινία ἡ περὶ τὸν οινον ἀταξία. η παρὰ τὸ ατῃ θάλλειν καὶ αυξεσθαι. ̓Αττάλεια. πόλις Λυδίας. ἀπὸ ̓Αττάλου Φιλαδέλφου κτίσαντος αὐτήν. ̓Αταλῇσιν. ἁπαλαῖς, νεογναῖς. ̓Αττικάσ. στεριζούσας τοῦ καιροῦ. ̓Ατεκνία. ἡ ἀπαιδία καὶ ἡ λήθη. ∆αβίδ· καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυλαττομένης τῆς μνήμης. ̓Ατέλεια. ἀλειτουργησία. ̓Ατημέλεια. καταφρόνησις. Ατη. ἡ βλάβη. παρὰ τὸ τῶ τὸ λαμβάνω. οιον· Κύκλωψ, τῆ, πίε οινον- ἐξ ου ονομα ῥηματικὸν τῆ καὶ στερήσει τοῦ ˉα ατη. ην οὐκ αν τις λάβῃ. η παρὰ τὸ αω τὸ βλάπτω. οιον· ασαι με δαίμονος αισα κακή- ὁ μέλλων ασω, καὶ ἐξ αὐτοῦ αση ἡ βλάπτουσα τὴν ψυχήν. ̓Ατμίσ. ἀναθυμίασις, ακρον πυρός. ̓Ατροπία. ἀλογία, ἀβουλία. alpha.335 ̓Ατρακτυλίσ. ειδος ἀκάνθης, ἀφ' ης τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων. ̓Ατραπιτὸς καὶ ἀτραπὸς, ἡ ὁδόσ. παρὰ τὸ τρέπω, τρέψω, ὁ δεύτερος ἀόριστος ετραπον, γίνεται ῥηματικὸν ονομα τραπὸς, στερήσει τοῦ ˉα καὶ κατὰ μετάθεσιν ἀτραπὸς, ἐξ ης ὁδοῦ οὐκ εστι τραπῆναι. η ἡ πολύτροπος· εἰς πολλὰ γὰρ σχίζεται. γράφεται δὲ καὶ ἀταρπός. ̓Ατραβατικάσ. ξηραμπελίνας τὸ χρῶμα. τὸ γὰρ μέλαν ατρον καλοῦσιν οἱ ̔Ρωμαῖοι. η οτι μετὰ τραβαίας ταύταις εἰώθεσαν χρῆσθαι· τραβαῖαι δὲ αἱ πολυτελεῖς χλαμύδες. ̓Ατυφία. ἀκενοδοξία, ταπεινοφροσύνη. ̓Ατρείδῃσι. πύλῃσιν. εχουσι τὸ ˉι κατὰ τὴν παραλήγουσαν. εστι γὰρ ̓Ατρείδαις ἀρσενικὸν καὶ πύλαις θηλυκόν. δεῖ δὲ γινώσκειν, οτι παρὰ τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέπουσι τὸ ˉα εἰς ˉη, ειτε ἐπεκτεταμέναι εἰσὶν, ειτε ἀνεπέκτατοι, οιον· ἐν παλάμαις, ἐν παλάμῃσιν. ὁμοίως καὶ τὸ ̓Ατρείδαισι, πύλαισι, κατ' ἐπέκτασιν γίνεται, καὶ κατὰ τροπὴν ἰωνικὴν τοῦ ˉα εἰς ˉη, ̓Ατρείδῃσι καὶ πύλῃσι. Αττα. ατινα. Αττα. ἀπόφθεγμά τι τιμητικὸν νέων πρὸς παλαιοτέρους. παρὰ τὸ αππα κατὰ Μακεδόνας, τροπῆς γενομένης τῶν δύο ˉπˉπ εἰς δύο ˉτˉτ. (Οὐδέτερον.) ̓Αταμίευτον. ἀφύλακτον, ἀδιοίκητον. ̓Ατάκτημα. ἀταξία. τοῦ μηδὲν ἀτάκτημα γενέσθαι περὶ τὴν ἀρχήν. alpha.336 ̓Ατάρμυκτον. τὸ αφοβον. κυρίως δὲ τὸ μὴ μύον. Εὐφορίων· ἀτάρμυκτον τρέπεν ομμα. ̓Ατέκμαρτον. ἀτελείωτον. ̓Ατερμάτιστον. ἀβέβαιον, ἀθεμελίωτον. ̓Ατέραμνα. τὰ μὴ ἑψόμενα οσπρια. ̓Ατελεύτητον. οὐ πᾶν ἀτελεύτητον πάντως καὶ αναρχον. οἱ γὰρ αγγελοι καὶ αἱ ψυχαὶ ἀτελεύτητοι μὲν, οὐκ αναρχοι δέ. ̓Ατηρόν. βλαβερόν. Ατλητον. τὸ ἀνυπομόνητον. τλητὸν γὰρ τὸ καρτερικόν. Ατοπα. πονηρὰ, ἀπρεπῆ. Ατομα. λεπτὰ, τὰ μὴ δυνάμενα τομὴν δέξασθαι. ατομον λέγεται τὸ μὴ τεμνόμενον, μὴ δὲ μεριζόμενον, ὡς ἡ στιγμὴ, καὶ τὸ νῦν, καὶ ἡ μονὰς, ατινα καὶ αποσα λέγεται. ατομον καὶ τὸ δύστμητον, τουτέστι τὸ δυσχερῶς τεμνόμενον, ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. ατομον λέγεται καὶ τὸ ειδος, οπερ οὐκ ετι εἰς ετερα ειδη τέμνεται, ητοι τὸ εἰδικώτατον ειδος, ὡς ανθρωπος, ιππος καὶ τὰ τοιαῦτα. ατομον δὲ κυρίως λέγεται, οπερ τέμνεται μὲν κυρίως εἰς ψυχὴν καὶ σῶμα· ἀλλ' ουτε ἡ ψυχὴ καθ' ἑαυτὴν εστιν ανθρωπος τέλειος, η Πέτρος τέλειος, ουτε τὸ σῶμα. περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· οπερ δηλοῖ τὴν ὑπόστασιν. ατομον τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ων τὸ αθροισμα οὐκ αν ἐπ' αλλου ποτὲ λεχθείη. δηλοῖ δὲ τὴν καθ' αὑτὸ ὑπόσταalpha.337 σιν, οιον· Πέτρον, Παῦλον, η τινὰ ετερον τῶν κατὰ μέρος ἀνθρώπων. Ατρον. τὸ μέλαν παρὰ ̔Ρωμαίοις. ( ̔Ρῆμα.)