συγκλείοντα πρὸς ἑαυτὴν τὴν τριάδα· καλοῦσι δὲ ταύτας καὶ νοητάς. μεθ' ἃς ἄλλον διάκοσμον τῶν νοητῶν ἅμα καὶ νοερῶν, τριχῇ καὶ τοῦτον διῃρημένον, εἰς ἴυγγας καὶ συνοχέας καὶ τελετάρχας. μετὰ δὲ τὸν μέσον διάκοσμον ὁ νοερός ἐστι μίαν μὲν ἔχων τριάδα πατρικήν, τὴν τοῦ ἅπαξ ἐπέκεινα καὶ τῆς Ἑκάτης καὶ τοῦ δὶς ἐπέκεινα, ἑτέραν δὲ τὴν τῶν ἀμειλίκτων τριῶν ὄντων, καὶ ἕνα τὸν ὑπεζωκότα. 152 πηγαὶ δὲ αὗται ἑπτά. μετὰ δὲ τὰς πηγὰς ταύτας οἱ ὑπεράρχιοι, εἶτα ἄζωνοι, ἔπειτα ζωναῖοι, μεθ' οὓς ἄγγελοι, εἶτα δαίμονες, ἥρωες μετ' αὐτούς, μεθ' οὓς ψυχαί. καὶ λοιπὸν ὁ κόσμος ὁ σωματικός. Ἑπτὰ δέ φασι κόσμους σωματικούς· ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους· ἔπειτα τρεῖς ὑλαίους, τὸ ἀπλανές, τὸ πλανώμενον καὶ τὸ ὑπὸ σελήνην. καὶ τὸν μὲν πρῶτον ἀφορίζουσι κατὰ τὸν νοῦν, τοὺς δὲ αἰθερίους κατὰ τὴν ψυχήν, τοὺς δὲ ὑλαίους κατὰ τὴν φύσιν. πηγὴν δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν καὶ φύσεων τὴν Ἑκάτην εἶναί φασι. Καταβιβάζουσι δὲ πολλάκις τὴν ψυχὴν εἰς τὸν κόσμον δι' αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικὴν εἰς τὸ κοσμῆσαι τὴν περίγειον λῆξιν. δοξάζουσι δὲ καὶ τὸν κόσμον ἀίδιον. λέγουσι δὲ καὶ τὸν ᾅδην πολλαχῶς, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτήν. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, νοητοὺς ψυχικοὺς καὶ φυσικούς, οὓς δίδωσι μὲν ὁ νοῦς τῇ ψυχῇ, ἡ δὲ ψυχὴ τῇ φύσει. συμπαθεῖν δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ἐν ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ταῦτα ἐδέξαντο. Τοῦ αὐτοῦ περὶ θυτικῆσ Περὶ τῆς θυτικῆς ἐπιστήμης ἠξίωσας γράψαι σοι ἀφορμάς, ἐλλελειμμένης παντάπασι τῷ καθ' ἡμᾶς βίῳ καὶ μηδενὸς τοὺς λόγους αὐτῆς ἐπισταμένου. καὶ εἴη μὲν παντάπασι συγκεκαλυμμένη, καὶ καθαιρεθεῖεν 153 μὲν ἡμῖν οἱ βωμοί, καθαιρεθεῖεν δὲ καὶ [θυ]τήρια, καὶ κατασιγασθείη ὁπόσ[α] ἡ τῶν Ἑλλήνων δεινὴ ἐτέλει σοφ[ία.] ὃ γοῦν εἰκὸς εἰδέναι σοφὸν ἄνδρα μηδενὸς τῶν ἀρχαίων [ἀμελεῖν] λόγων ἐθέλοντα, τοιαύτη τίς ἐστιν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἡ ταύτης δύναμις. Εἰς πολλὰ περιέποντες Ἕλληνες τὸ τοῦ θεοῦ ὄνομα, ἃς γὰρ ἡμεῖς φαμεν ἁγίας δυνάμεις ἑστηκυίας περὶ θεὸν καὶ ἃς τῆς θείας ἀποπεπτωκυίας τάξεως καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθείσας, οὐρανόν τε καὶ ἀστέρας πλανωμένους καὶ ἀπλανεῖς, μέτοχα πάντα τῆς τοῦ θεοῦ προσηγορίας, οὕτως εἰπεῖν, ἐδογμάτιζον· εἶτα δὴ θύειν τοῖς οὕτω παρ' αὐτοῖς ὠνομασμένοις θεοῖς ἀξιοῦντες, τοῖς μὲν αἰθερίοις τὰ πυρρὰ ἢ λευκὰ τῶν ζῴων προσῆγον διά τε τὸ αἰθέριον χρῶμα καὶ τὴν καθαρότητα τῆς ἐκείνων φύσεως, τοῖς δέ γε ὑποχθονίοις ἐζωοθύτουν ἀντίχροια, ἀερίοις δὲ ποικίλα προσῆγον καὶ τοῖς χρώμασι σύμμικτα. Εἶτα δὴ καὶ τὸν τῆς θυσίας τρόπον παρήλλαττον ἐν τοῖς θύμασι, τοῖς μὲν ὑπερκοσμίοις ὑψοῦ τὸν ἔριφον ἢ τὸν κριὸν λαιμοτομοῦντες (οὕτω γοῦν καὶ Ὅμηρος θεοθυτοῦντας εἰσάγει τοὺς Ἕλληνας· «αὖ ἔρυσαν μὲν πρῶτα» φησί «καὶ ἔσφαξαν καὶ ἔδειραν»), τοῖς δὲ τὸν ὑπόγειον λαχοῦσι χῶρον κάτω τὴν κεφαλὴν τοῦ θύματος ἕλκοντες, οὕτω τοὺς αὐχενίους ἀπέκοπτον τένοντας· τοῖς δέ γε μέσοις πλαγιάζοντες τὰ θυόμενα ἀπεδειροτόμουν τὰς κεφαλάς· εἶτα δὴ τὰς γαστέρας αὐτῶν ἀνασχίζοντες, τὴν καρδίαν πρώτην κατέτεμνον, καὶ τὸν μὲν ὑμένα ταύτης θεοῖς [πα]τρίοις ἀπέθυον, τῶν δέ γε κοιλιῶν τὴν μὲν δεξιὰν ἀνατέλλοντι [τῷ] ἡλίῳ κατέθυον, τὴν δὲ εὐώνυμον