βλασφημίας· καὶ τῶν πενήτων προστάτης δεδειγμένος γυμνοῖς ἐκείνους ἄχρι καὶ χιτωνίου· ὡς ζῆλον αὐχῶν οἷα καινὸς Ἠλίας οὐ τοὺς ἀναιδεῖς ἐμπιπρᾷς θυηπόλους, ἀλλ' εἴ τις ἔνθους, εἴ τις εὐσχήμων ὅλος, τούτου καθάπτῃ πυρπολῶν τὴν καρδίαν. Πλὴν ἀλλ' ἐρωτῶ, καὶ δίδου θᾶττον λόγον. τίς ὢν ἐλέγχεις καὶ κατάρχεις κρειττόνων; νέος Σαμουήλ; ἀλλὰ μὴν Ἡσαΐας; ἀλλ' οὐ δοτὸς σὺ τῷ θεῷ πρὸ τοῦ τόκου οὐδὲ προσευχῆς καὶ προγνώσεως τόκος, οὐ στεῖρα μήτηρ ὠδίνησε καλλίπαις, τὸ πρὶν ἄτεκνος, ἀλλὰ πεντηκοντάπαις. ἀλλ' Ἠλίας; ∆αυίδ τις; ἀλλ' Ἰωσίας; ὃς οὐρανοῦ μὲν οὐ κατήνεγκας φλόγα, πυρσοὺς δὲ πέμπεις θυμικοὺς ἐκ καρδίας. βροντῆς γόνος σύ; Παῦλος ἀστράπτων λόγοις; ὃς οὐκ ἀνέπτης οὐδὲ πῆχυν τοῦ βίου, ἀλλ' εἰς ἰλὺν πέφυκας ἐμβεβὼς μέσην πεφυρμένος μάζῃ τε καὶ τοῖς πιτύροις· ἀλλ' οὐρανὸν μὲν οὐδὲ πόρρωθεν βλέπεις, κόρας τυφλώττων σώματος καὶ καρδίας. ἆρ' οὖν ἀνῆλθες εἰς τὸ Σίναιον, πάτερ; εἰσῆλθες ἔνδον τοῦ νοουμένου γνόφου; ἔγνως τὰ φρικτὰ τῶν ἄνω μυστηρίων; ὃς ἀστικοῖς μὲν φωλεοῖς ἐπιτρέχεις, ζυγοστατεῖς δὲ τοὺς λογισμοὺς χρυσίῳ καὶ πρὸς τὸ λῆμμα τὴν ῥοπὴν μετακλίνεις καὶ λεῖμμα ποιεῖς πρὸς τὸ κίβδηλον πλέον. πότ' οὖν ἐδέξω τὰς θεογράφους πλάκας, τὴν δέλτον αὐτὴν τῶν ἀπορρήτων λόγων; τίς δημαγωγὸν τοῦ λαοῦ τέθεικέ σε; τίς δὲ στρατηγὸν τάξεων δέδωκέ σε; τίς δογματιστὴν εἰς ἔθνη πέπομφέ σε, τίς ἀκριβαστὴν ἔνθεον τῶν κρειττόνων, τίς δ' εἰς ἔλεγχον ἀκρίτων στεφηφόρων; τίς Ἀχαὰβ νῦν, τίς δὲ νῦν Ἰεζάβελ, Ναβουθὲ τίς πέφυκεν ἠδικημένος; οὐ ∆αυὶδ ἄρχει τῆς νέας κληρουχίας; οὐκ ἄλλος ὄντως εὐσεβὴς Ἰωσίας; ᾧ πορφυρὶς μὲν ἀκριβὴς ἡ πραότης, οὗ στέμμα νοῦς ἄυλος ἐξῃρημένος, ὃν λαμπρύνουσι μαργαρῖται δακρύων, ὃς ἀμπελώνων οὐκ ἐρῶν ἀλλοτρίων τῆς ἀμπέλου πέφυκε τῆς θείας βότρυς, ὃς ἱερεῖς ἔστερξεν, οὐ τῆς αἰσχύνης, αἰδοῦς δὲ καὶ χάριτος ἐμπεπλησμένους, ὃς οὐρανοῦ δέδωκε τὰς κλεῖς εἰκότως τῷ γνόντι Χριστὸν πρακτικαῖς θεωρίαις, ὃς καὶ πέτρα πέφυκε τῆς ἐκκλησίας, βροντᾷ δὲ λαμπρῶς τὸν κεκρυμμένον λόγον καὶ Παῦλός ἐστιν οὐρανὸν φθάσας τρίτον καὶ σεπτὸς ὄντως πρόδρομος τοῦ κυρίου θύτης τε χρηστός. καὶ πεφράχθω σοι στόμα βλάσφημα ληροῦν ἐκ φρενῶν πεφυρμένων. Ὦ πάντα τολμῶν, πάντα πράττων ἐκτόπως, ὦ πάντα πληρῶν ἀκριβῶς ἀκοσμίας, ὦ κοπρίας γέμουσα γλῶσσα μυρίας, ὦ βορβόρου πλήθουσα χοιρώδης φύσις, δυσωδίας γέμουσα δεινὴ καρδία, ὦ λῆρε καὶ φλύαρε, βάσκανε πλέον, ὦ γαστρὸς ἧττον, συρφετοῦ πεπλησμένε, πάντολμε καὶ κίναιδε, ῥέκτα κρυφίων, βδέλυγμα σαρκὸς ἡδονῶν κεκρυμμένων, κρίθινε ῥῆτορ καὶ πλέον Πηλοπλάτων, ἀγυρτολέσχα καὶ κριτὰ τῶν κρειττόνων, ἴνδαλμα κωφὸν πρὸς τὸν ἦχον τοῦ λόγου, εἴδωλον ἔμπνουν, δειματοῦν τὸν πλησίον, ἑρμαφρόδιτε καὶ πλέον θηλυδρία· ὦ μίγμα δυσκέραστον, ὦ κρᾶσις ξένη, σπάδων κατ' αὐτὸ καὶ δασὺς πωγωνίας· ὦ δεινὸν οἰώνισμα μέχρι καὶ θέας, ἀποτρόπαιον καὶ δυσάντητον τέρας, Τιθωνὲ μακρόζωε, πάγκακε Κρόνε, ζώθαπτε, νεκρόζωε, δύσπιστος πλάσις, Θερσῖτ' ἀκριτόμυθε, χωλόπους ὅλε, κακόν τι Τερμέρειον ἠκανθωμένον, θέαμα Κερβέρειον ἠγριωμένον, εἶδός τι Θερσίτειον ἠθλιωμένον· ὦ νεκροπομπὲ καὶ πλέον βροτοκτόνε, Χαρύβδεως πρόσωπον, εἶδος Γοργόνης, ὦ βλέμμα τοῦ Χάρωνος, ὄμμα Ταρτάρου, Τιτανικὸν θέαμα, Τυφὼν πυρφόρε, δεινῷ κεραυνῷ Ζηνὸς ἠνθρακωμένε· ὦ νυκτὸς ὄψις καὶ ζοφώδης οὐσία· ὦ βροῦχε σαρκῶν καὶ ψυχῶν ἐρυσίβη, κάμπη λογισμῶν, ἀκρὶς ἐνθυμημάτων, κηφὴν ἀεργὲ καὶ βαρυβρέμων ὄνε· ὦ βορβόρου θύλακε, πήρα σαπρίας, ὦ μισοθύτα, μισογείτων, μισάναξ, φίλυλε, φιλόσαρκε καὶ φιλοτρύφων· ὦ καπνὲ καὶ θύελλα καὶ βαθὺ σκότος, ὦ νεκρὲ τὸν νοῦν, ζῶν δὲ τὴν ὕλην μόνην, ἔμψυχε τύμβε, νεκρόχρωτε τὴν θέαν, ἄψυχε πάντα πλὴν τρυφῆς καὶ κοιλίας· ὦ καὶ νεκρῶν βδέλυγμα, καὶ ζώντων πλέον, δράκον δαφοινὲ ῥηγνύων βλασφημίας, οἴκων φθορεῦ, σύντριμμα