μολύνοντα 32.10.117 τοὺς πόδας ἀποβάλλεται. καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων. ἐγὼ δ' ἡγοῦμαι ὅτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλου νίψεως οἱ πόδες τῶν μαθητῶν, ὅσον οὐ δέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ' ἔτι λείπουσιν εἰς τὸ «Ἀρκετὸν τῷ 32.10.118 «μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ». καὶ τοῦτο τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾗ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἵνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾗ διδά 32.10.119 σκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται. ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὗ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἵνα μηκέτι αὐτοῦ χρῄζωσιν, οὕτω τέλος διδασκάλου περιποιῆσαι τῷ μα θητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ «Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γέ 32.10.120 νηται ὡς ὁ διδάσκαλος αὐτοῦ». περὶ δὲ τοῦ σωτῆρος, ὄντος κυρίου, αὐτόθεν πλεῖόν ἐστιν ἰδεῖν παρὰ τοὺς ἄλλους κυρίους, μὴ βουλο 32.10.121 μένους ἵνα γένηται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. τοιοῦτος δὲ ὁ τῆς πατρικῆς ἀγαθότητος καὶ τῆς ἀγάπης αὐτοῦ υἱός· κύριος γὰρ ὢν ἐνειργάζετο τοῖς δούλοις τὸ γενέσθαι ὡς ὁ κύριος αὐτῶν, ὅτε οὐκ έτι ἕξουσιν τὸ πνεῦμα τῆς δουλείας πάλιν εἰς φόβον, ἀλλὰ λήψον ται τὸ πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζουσιν· «Ἀββᾶ, ὁ πατήρ». 32.10.122 πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὡς ἔτι τὸ πνεῦμα τῆς δουλείας ἔχοντες εἰς φόβον· ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ «Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ «δοῦλος ὡς ὁ κύριος αὐτοῦ» γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος, ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας. 32.11.123 Εἰ δὲ τὸ «Τῷ ἀδελφῷ σου δουλεύσεις» φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ «Γίνου κύριος τοῦ ἀδελφοῦ σου» ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείττονας, δῆλον ὅτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ' αὐτῷ διδασκαλίᾳ, ἐπεὶ τὸ «Ὑμεῖς φωνεῖτέ με "7Ὁ διδάσκαλος"7 καὶ "7Ὁ κύριος"7,»καὶ καλῶς λέγετε· εἰμὶ γάρ» οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον· οὐ πᾶσι γὰρ τοῖς λέγουσι· «Κύριε, Κύριε» λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ «Ὑμεῖς φωνεῖτέ με 32.11.124 «"7Ὁ κύριος"7 καὶ καλῶς λέγετε». οὐ καλῶς οὖν λέγουσι· «Κύριε» οἱ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φήσοντες· «Κύριε, Κύριε, οὐκ ἐν τῷ ὀνόματί «σου ἐφάγομεν, καὶ ἐν τῷ ὀνόματί σου ἐπίομεν, καὶ ἐν τῷ ὀνόματί 32.11.125 «σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πεποιήκαμεν;» φήσει γοῦν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ· οὐδέποτε ἔγνων ὑμᾶς, ὅτι «ἐργάται ἐστὲ ἀδικίας»· οὐκ ἂν δὲ λέγουσιν αὐτοῖς καλῶς τὸ «Κύριε, 32.11.126 «Κύριε» εἶπεν τὸ «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ». ἀλλὰ καὶ <τὸ> «Οὐ πᾶς ὁ «λέγων μοι· Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρα «νῶν» παρίστησιν ὅτι οὐ πᾶς ὁ λέγων· «Κύριε, κύριε», μαρτυρηθείη ἂν ὑπ' αὐτοῦ ὡς νῦν οἱ ἀπόστολοι, πρὸς οὓς εἶπεν· «Καλῶς λέγετε· 32.11.127 «εἰμὶ γάρ». καὶ γὰρ ἀληθῶς κακία μὲν αὐτῶν οὐκέτι κυρία ἦν, ὁ λόγος δέ, καὶ ἁπαξαπλῶς ὁ κύριος, ἡ πᾶσα ἔμψυχος καὶ ζῶσα ἀρετή. 32.11.128 ἀλλὰ καὶ εἴπερ «Οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν «πνεύματι ἁγίῳ», καὶ νοοῦμεν ἐν τούτῳ τί ἔστιν τὸ εἰπεῖν· «Κύριος «Ἰησοῦς»· ὁ ἐν πνεύματι ἁγίῳ λέγων· «Κύριος Ἰησοῦς» καλῶς λέγει. 32.11.129 εἰ δὲ καὶ ὁ καλῶς λέγων πάντως ἐν πνεύματι ἁγίῳ λέγει, ζητή σεις διὰ τὸ νῦν «Καὶ καλῶς λέγετε» συνεξεταζόμενον τῷ «Οὔπω γὰρ 32.11.130 «ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη». γνησίως οὖν δουλεύοντος τῷ λόγῳ ἔργον ἐστὶν τὸ καλῶς εἰπεῖν· «Κύριος Ἰησοῦς» καὶ τοῦ ἀνάλογον τούτῳ μαθητοῦ τὸ καλῶς εἰπεῖν τῷ σωτῆρι τὸ «ὁ διδά «σκαλος»· πρὸς ὃν λέγοιτ' ἂν τὸ «Εἰμὶ γάρ», οὐκ ἂν λεχθησόμενον ὑπὸ τοῦ λόγου τῷ δουλεύοντι τῇ ἁμαρτίᾳ καὶ τῷ