πεσὼν ἐν αὐτῷ ἀπεπνίγη, καὶ ἐτάφη ἐκεῖσε. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος ἀποτυχὼν τῆς τοῦ Καίσαρος ἀξίας, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος κατὰ τοῦ Βασιλείου κινεῖται, καὶ συμβουλευσάμενος μετὰ Γεωργίου στρατηλάτου τοῦ Πηγάνη τῇ ἐπαύριον αἰτεῖται στρατηγὸς προβληθῆναι ἀντ' αὐτοῦ. καὶ προεβλήθη λογοθέτης τοῦ δρόμου ὁ Γοῦμερ, κἀκεῖνος κόμης τοῦ Ὀψικίου. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης ἤρξαντο καταστρέφειν καὶ πυρπολεῖν τάς τε χώρας καὶ ἀμπελῶνας· ἦν γὰρ καιρὸς τοῦ θέρους, εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποβδελύττονται. ταῦτα μαθόντες οἱ βασιλεῖς ἐκέλευσαν τοὺς λοιποὺς στρατηλάτας τούτους καταπολεμῆσαι. βουλευσάμενος δὲ Νικηφόρος ὁ Μαλεῖνος ἔρριψεν ἔγγραφα μέσον παντὸς τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσιν καὶ μὴ φανερῶς πολεμεῖν εἰς ἔμφυλον ἐμπέσωσι πόλεμον. ἐκρατήθη δὲ ὁ Πηγάνης, καὶ ἄραντες αὐτὸν εἰσήγαγον ἐν τῇ πόλει, καὶ τῇ προστάξει τοῦ βασιλέως ἀποτυφλοῖ 248 αὐτὸν Κωνσταντῖνος ἔπαρχος ὁ Μυϊάρης, καὶ καθίσαντες ἐν τῷ Μιλίῳ ἐπέδωκαν αὐτῷ σκεῦος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἔρριπτον πάντες οἱ διαπορευόμενοι ἐν αὐτῷ, εἴ τι ἐκ προαιρέσεως εἶχον. καὶ μεθ' ἡμέρας λʹ ἐκρατήθη Συμβάτιος ὁ Ἀρμένης ὑπὸ Μαλεΐνου ἐν Κελτζινῇ ἐν πανδοχείῳ· καὶ εἰσήγαγεν αὐτὸν ὁ Μαλεῖνος εἰς τὸν βασιλέα, ὄντος αὐτοῦ εἰς τὸν ἅγιον Μάμαντα. καὶ προστάξει τοῦ βασιλέως ἄγουσι τὸν Πηγάνην εἰς ὑπάντησιν Συμβατίου, δόντες εἰς χεῖρας τοῦ Πηγάνη θυμιατήριον ὀστράκινον θυμιᾶν αὐτόν· καὶ ἀποτυφλοῦσιν αὐτὸν Συμβάτιον τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκάθισαν αὐτὸν εἰς τὰ Λαύσου, καὶ δεδώκασι σκεῦος ἐν τῷ κόλπῳ αὐτοῦ, ἵνα ὃς ἔχῃ προαίρεσιν, ἐπιρρίπτῃ αὐτῷ τι. καὶ μεθ' ἡμέρας τρεῖς ἀπήγαγον αὐτοὺς ἐν τοῖς ἰδίοις οἴκοις ἔχοντες ἐν φρουρᾷ. Ὁ δὲ βασιλεὺς Μιχαὴλ ἀποστείλας μηχανικόν, τὸν λεγόμενον Λάβαριν, ἐξάγει Κωνσταντῖνον τὸν Καβαλλῖνον ἐκ τοῦ τάφου, ὃν εὗρεν ὑγιῆ· καὶ θέλων εἰσαγαγεῖν ἐν σάκκῳ, καὶ μὴ χωρούμενον ἐνετύλιξεν αὐτόν. ὡσαύτως καὶ Ἰαννῆν πατριάρχην ἐξήγαγεν ἐκ τοῦ τάφου ἅμα τῷ ὠμοφορίῳ αὐτοῦ. καὶ τούτους προστάξει τοῦ βασιλέως ἀπέκλεισεν ὁ ὕπαρχος ἐν τῷ πραιτωρίῳ, καὶ ἐν τῇ ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν αὐτοὺς καὶ ἀπογυμνώσας ἔτυψε μαγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἀποστείλας κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ. τὴν δὲ λάρνακα τοῦ Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν διαπρίσας ἐποίη249 σεν στήθεα ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ ἐν τῷ Φάρῳ. Ἐγεννήθη δὲ Λέων ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδοκίας τῆς Ἰγγιρίνης ἔτι περιόντος αὐτοῦ τοῦ Μιχαήλ, μηνὸς ∆εκεμβρίου πρώτῃ, ἰνδικτιῶνος ιεʹ. ἐποίησεν δὲ ἱππικὸν ὁ βασιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι ἱππεύσας Βένετος. Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρμενίων, ὁ πατὴρ Θωμᾶ πατρικίου καὶ γενεσίου, δρουγγάριος ὢν τῆς βίγλας, ἵππευε λευκός, πράσινος δὲ ἵππευεν Ἀγαλλιανός, ῥούσιος δὲ ὁ Κρασᾶς. νικήσαντος δὲ τοῦ βασιλέως καὶ ἐπὶ δείπνου καθεσθέντος ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισκιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα ἐν τῷ ἅρματι. τοῦτον ἀναστῆναι κελεύσας ὁ βασιλεὺς τὰ τζαγγία αὐτοῦ προσέταξε σῦραι καὶ ὑποδήσασθαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον ἀποβλέποντος, ἐν θυμῷ προσέταττεν ὁ βασιλεὺς τοῦτο ποιῆσαι. τοῦ δὲ Βασιλείου ἐπινεύοντος αὐτῷ ὑπεδήσατο τὰ τζαγγία. ἔφη δὲ ὁ βασιλεὺς μεθ' ὅρκου τῷ Βασιλείῳ ὡς ὑπὲρ σὲ κάλλιον αὐτῷ πρέπουσιν. μὴ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι; καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ "τὸ τῆς βασιλείας ἀξίωμα, δέσποτά μου, μέγα ἐστίν, καὶ ἀναξίως καὶ ἡμεῖς ἐτιμήθημεν, καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό." ὁ δὲ 250 βασιλεὺς εἶπεν "μὴ λυποῦ περὶ τούτου· καὶ γὰρ καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιῆσαι." Βασίλειος δὲ ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. ἐξελθόντος δὲ τοῦ βασιλέως ἐν τῷ κυνηγίῳ μοναχός τις ὑπαντήσας δέδωκεν αὐτῷ χάρτην, τὴν κατ' αὐτοῦ μελετωμένην ἐπιβουλὴν ὑπὸ Βασιλείου· ὃ ἀναγνοὺς καὶ θυμωθεὶς μελετᾷ