1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

80

δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι· πολλοὶ δὲ καὶ ἱερεῖς καὶ νεωκόροι τὰ κατὰ τῆς ἀσεβείας ἀνέστη 8.67 σαν τρόπαια. Ἐκ τοιούτων ἀνδρῶν καὶ γυναικῶν ξυνέστησαν οἱ τῶν μαρτύρων χοροί. Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα· καὶ τοῖς παισὶ δὲ τὰς τούτων προσηγορίας ἐπιτιθέναι σπουδάζουσιν, ἀσφάλειαν αὐτοῖς ἐντεῦθεν καὶ φυλακὴν μηχανώμενοι. 8.68 Καὶ τί λέγω φιλοσόφους καὶ βασιλέας καὶ στρατηγούς; καὶ γὰρ αὐτῶν τῶν καλουμένων θεῶν τὴν μνήμην ἐκ τῆς τῶν ἀνθρώπων ἐξήλειψαν διανοίας. Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων 8.69 ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς. Τοὺς γὰρ οἰκείους νεκροὺς ὁ δεσπότης ἀντεισῆξε τοῖς ὑμετέροις θεοῖς, καὶ τοὺς μὲν φρούδους ἀπέφηνε, τούτοις δὲ τὸ ἐκείνων ἀπένειμε γέρας. Ἀντὶ γὰρ δὴ τῶν Πανδίων καὶ ∆ιασίων καὶ ∆ιονυσίων καὶ τῶν ἄλλων ὑμῶν ἑορτῶν Πέτρου καὶ Παύλου καὶ Θωμᾶ καὶ Σεργίου καὶ Μαρκέλλου καὶ Λεοντίου καὶ Ἀντωνίνου καὶ Μαυρικίου καὶ τῶν ἄλλων μαρτύρων ἐπιτελοῦνται δημοθοινίαι· καὶ ἀντὶ τῆς πάλαι πομπείας καὶ αἰσχρουργίας καὶ αἰσχρορημοσύνης σώφρονες ἑορτάζονται πανηγύρεις, οὐ μέθην ἔχουσαι καὶ κῶμον καὶ γέλωτα, ἀλλ' ὕμνους θείους καὶ ἱερῶν λογίων ἀκρόασιν καὶ προσευχὴν ἀξιεπαίνοις κοσμουμένην δακρύοις. 8.70 Ὁρῶντες τοίνυν τῆς τῶν μαρτύρων τιμῆς τὸ ὠφέλιμον, φεύγετε, ὦ φίλοι, τῶν δαιμόνων τὸν πλάνον· καὶ τούτοις φωσ τῆρσι καὶ ποδηγοῖς κεχρημένοι, τὴν πρὸς τὸν Θεὸν ἄγουσαν πορείαν ὁδεύσατε, ἵνα τῆς τούτων χορείας ἐν τοῖς ἀνωλέθροις αἰῶσι μετάσχητε.

9.t ΠΕΡΙ ΝΟΜΩΝ.

9.1 Ὑμεῖς μέν, ὦ ἄνδρες, κεκαλλιεπημένων ποθεῖτε λόγων ἀκούειν καὶ τούτοις κατακηλεῖσθαι ζητεῖτε· οὗ δ' ἂν τούτους μὴ εὕροιτε, γελᾶτε καὶ κωμῳδεῖτε καὶ τὰς ἀκοὰς βύετε καὶ τῶν 9.2 λεγομένων ἐπαΐειν οὐ βούλεσθε. Ἔδει δὲ ξυνιδεῖν, ὡς τὰ πολλὰ τῶν ἄγαν τιμιωτάτων ἐν ἐλύτροις εὐτελέσι καλύπτεται. Καὶ γὰρ τὸν πολυτελῆ μαργαρίτην καὶ τοῖς πλουτοῦσι τριπόθητον εὐκα ταφρόνητον ὄστρεον καὶ τίκτει καὶ τρέφει, καὶ μέντοι καὶ κατα κρύπτει· οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα 9.3 πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον. Καὶ τοῖς διαυγέσι δὲ λιθι δίοις ἐκείνοις, ἃ τὴν βασιλικὴν διακοσμεῖ κεφαλήν, ἑτέρα λίθου φύσις ἔξωθεν περίκειται παντάπασιν ἄχρηστος· οἱ δὲ τοῦ τοιοῦδε κόσμου δημιουργοί, τοῦτο τὸ περιττόν τε καὶ ἄχρηστον περι κόπτοντές τε καὶ ἀποξύοντες, τῶν διαφανῶν λίθων ἐκείνων γυμ 9.4 νοῦσι τὸ κάλλος. Καὶ τὸν χρυσὸν δὲ τὸν τοῖς πολλοῖς ἀξιέραστον, καὶ μέντοι καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ψάμμος καὶ γῆ ξυγκαλύπτουσιν· ἀλλ' οἱ τὰς χρυσίτιδας καὶ ἀργυρίτιδας διερευνώμενοι φλέβας διορύττουσι μὲν τὰ μέταλλα, ξυλλέγουσι δὲ τὰ ψήγματα. Καὶ ἐπίσημον δὲ γενόμενον τὸν χρυσὸν καὶ τὸν βασιλικὸν δεξάμενον χαρακτῆρα οὐ χρυσὸς ἔξω 9.5 θεν, ἀλλ' ἢ σκύτιναι ἢ ξύλιναι φυλάττουσι θῆκαι. Εἰκότως οὖν ἄρα καὶ τὴν ἀληθῆ περὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων δόξαν οὐ λαμπροί τινες καὶ ὄγκον ἔχοντες, ἀλλ' ἁπλοῖ καὶ πεζοὶ καὶ πᾶσι γνώριμοι κηρύττουσι λόγοι, καὶ τὸν μέγαν καὶ ἄρρητον 9.6 θησαυρὸν εὐτελεῖς ἄγαν φέρουσι θῆκαι. Ὅσην δέ γε οὗτοι ῥώμην καὶ δύναμιν ἔχουσι, ῥᾷστα ἄν τις ξυνίδοι, τοὺς Ἑλλήνων καὶ Ῥωμαίων νομοθέτας παραγαγὼν καὶ τούτοις τοὺς ἡμετέρους ἁλιέας καὶ τελώνας παρεξετάσας. Εὑρήσει γὰρ τοὺς μὲν οὐδὲ τοὺς ὁμόρους πείσαντας κατὰ τοὺς σφῶν πολιτεύεσθαι νόμους, τοὺς δὲ Γαλιλαίους οὐ μόνον Ῥωμαίους πεπεικότας καὶ Ἕλληνας, ἀλλὰ καὶ πάντα τῶν