1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

80

ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." κʹ. "Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου, ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον." Ἡ τοῦ συνδέσμου ἐναλλαγὴ διαφορὰν προσώπων εἰργάσατο· καὶ ἄλλους μὲν ὑποβάλλει νοεῖν τοὺς ἁμαρ τωλοὺς, ἄλλους δὲ ἐχθροὺς τοῦ Κυρίου. Ἀκύλας δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ δὲ τὸν καὶ σύνδεσμον τεθεικότες, τοὺς αὐτοὺς ἔδειξαν ἁμαρτωλοὺς καὶ τοῦ Κυρίου ἐχθρούς. Λέγει δὲ ὅτι οἱ θεομισεῖς διὰ τὰς οἰκείας παρανομίας ἄνθρωποι, ὀλίγον ἀνθήσαν τες χρόνον, καὶ δόξαντες εἶναι περιφανεῖς καὶ περί βλεπτοι, δίκην καπνοῦ διελύθησαν. καʹ. "∆ανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν." Τοιοῦτος ἦν ὁ Σαοὺλ, ἀεὶ μὲν εὐεργετούμενος ὑπὸ τοῦ θειοτάτου ∆αβὶδ, ἀμείψασθαι δὲ ἀγαθοῖς τὸν εὐεργέτην οὐκ ἀνεχόμενος. Ὁ δὲ μακάριος ∆αβὶδ, τὸν οἰκεῖον ∆εσπότην μιμούμενος, ἀνατέλλοντα τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, εὐεργετῶν διετέλει. Τοιοῦτοι ἦσαν οἱ Ἰουδαῖοι, τὰς παντοδαπὰς θεραπείας παρὰ τῶν ἱερῶν ἀποστόλων δεχόμενοι, καὶ τὴν μιαιφόνον ἐπιδεικνύμενοι γνώμην· ἀλλ' ὅμως οἱ θεῖοι ἀπόστολοι τὰς θείας αὐτοῖς δωρεὰς φιλοτίμως διένεμον. κβʹ. "Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται." Τοῦτο τῷ πατριάρχῃ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐπηγγείλατο, "Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι." κγʹ, κδʹ. "Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα. Ὅτ' ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτῷ." Τούτου γάρ τοι χάριν εὐλογεῖ μὲν τὸν εὐλογοῦντα τὸν δίκαιον, τὸν δὲ καταρώμενον τοῖς ἴσοις ἀμείβεται· ἐπειδὴ αὐτὸς κατευθύνει τὰς τῶν δικαίων ὁδούς. Ἀδύνατον γὰρ δίχα τῆς αὐτοῦ χάριτος ἀμέμπτως ὁδεῦσαί τινα τὴν τῆς ἀρετῆς ὁδόν. Συνεργεῖ μέντοι τοῖς τοῦ τον ἔχουσι τὸν σκοπόν· καὶ χρεία κατὰ ταὐτὸν συνδραμεῖν εἰς τὴν κτῆσιν τῆς ἀρετῆς προθυμίαν ἀνθρωπίνην, καὶ θείαν προμήθειαν. Οὕτω γὰρ κἂν ὀλισθήσῃ ποτὲ ὁ τήνδε τὴν πορείαν ποιούμενος, τῆς θείας ἀντιλήψεως τεύξεται. Οὕτως ὁ μακάριος προσπταίσας ∆αβὶδ, καὶ κατενεχθῆναι κινδυνεύσας εἰς γῆν, ὑπὸ τῆς θείας χάριτος ἀνωρθώθη. 80.1133 κεʹ, κʹ. "Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται." Καὶ νέος ὢν, καὶ εἰς γῆρας ἐλθὼν, οὐκ οἶδα θεασάμενος δίκαιον τῆς θείας ἔρημον προνοίας γενόμενον. Ὁ γάρ τοι δίκαιος κριτὴς οὐ μόνον αὐτῶν, ἀλλὰ καὶ τῶν ἐξ αὐτῶν φυομένων πᾶσαν ποιεῖται κηδεμονίαν. Οὕτω τοῦ Ἰσραὴλ καὶ ταῦτα παρανομοῦντος, διὰ τὴν προ γονικὴν ἀρετὴν προὐνοήθη. Οὕτω τοῦ Σολομῶντος ἠσεβηκότος ἠνέσχετο διὰ τὴν πατρῴαν φιλοθεΐαν. Τὸ δὲ, "Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος," τὰς παντοδαπὰς τοῦ δικαίου εὐεργεσίας δηλοῖ, τὰς διὰ χρημάτων, τὰς διὰ πραγμάτων, τὰς διὰ λόγων καὶ συμβουλῶν. Ταῦτα δὲ ποιῶν, ἐλεεῖ μὲν τοὺς ἀπολαύοντας, δανείζει δὲ τῷ τούτων Θεῷ· "Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ," ὡς τὸ αὐτὸ ἔλεον εἶναι καὶ δάνεισμα. κζʹ. "Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος." Ταῦτα τοίνυν εἰδότες ἅπαντες ἄνθρωποι, καὶ μεμαθηκότες τῆς ἀρετῆς καὶ τῆς κακίας τὰ ἐπίχειρα, φεύγετε μὲν τῆς κακίας τὰ εἴδη, ὁδεύσατε δὲ τὴν ἐναντίαν ὁδὸν, ἵνα τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσητε. κηʹ, κθʹ. "Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσον ται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. ∆ίκαιοι δὲ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς." Ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος τῶν ὅλων ὁ Κύριος προσφυεῖς τοῖς ἐπι τηδεύμασι τὰς ἀντιδόσεις ποιήσεται· καὶ τοὺς μὲν τῆς δικαιοσύνης ἐραστὰς πάσης ἀξιώσει κηδεμο νίας, τοὺς δὲ τἀναντία προαιρουμένους ἀνασπάσει προῤῥίζους. Οὕτω τοὺς ἑκατέρων δείξας καρποὺς,