80
ἑάλως σταυρὸν χαράξαι) ποιῶν καὶ τὰς προσευχὰς τὰς αὐτὰς καὶ γονυκλισίας ἄνευ ἀσθενείας. ἐπειδὴ δὲ ὀλίγον λίαν τὸ ἐπιτίμιον, ἐπιδόσει ἐλεημοσύνης ἱκανῆς ἀντισηκοῦσαν συνεισένεγκε τὴν ἀντιστάθμησιν. ὁπόσης δὲ ταύτης δηλώσει ὁ ἀδελφὸς Εὐσέβιος, ὃν σὺν ἑτέροις δυσὶν ἀδελφοῖς κατὰ τὴν αἴτησίν σου εἴασα εἶναι ἐν τοῖς αὐτόθι οἰκονομίας τρόπῳ, τοῦ τε ἐκείνους καταπαῦσαι ἀλωμένους ὧδέ τε κἀκεῖσε καὶ τοῦ σὲ σχεῖν παραμύθιον εὐψυχίας, οὐ μὴν τοῦ ἐν ᾧ τόπῳ καθέζῃ μοναστηρίου, ἀλλαχῆ δέ που, ὑποτελοῦντι τῇ μονῇ ἀγριδίῳ. Φύλαξαι οὖν, ἀγαπητέ, πρὸς τὸ ἑξῆς, καθὰ καὶ ὑπέσχου, τοῦ μηδόλως ἔτι ὑποπεσεῖν μήτε μὴν ἀπιέναι εἰς ὄψιν τοῦ Ἀντωνίου, ἀλλ' ἑτοίμως ἔχειν ἐκστῆναι οὐ μόνον μοναστηρίου, ἀλλὰ καὶ τῆς σαρκὸς εἵνεκα τῆς ἀγάπης Χριστοῦ. 61 {1Γρηγορίῳ ἡγουμένῳ}1 Ἤδη ἐπεστείλαμέν σοι κατὰ τὴν ὑπόσχεσιν ὡς ἡμετέρῳ υἱῷ ποιμαίνειν τὸ αὐτόθι ποίμνιον μετ' ἐπιστήμης κατ' ἐντολὴν τοῦ Κυρίου, μηδὲν παραθεωροῦντι τῶν συντεινόντων εἰς ὠφέλειαν τῶν ἀδελφῶν. εἰ γὰρ ὁ τὰ ἄλογα πρόβατα ἐμπιστευθεὶς οὐ καθεύδει, ἀλλ' ἀγρυπνεῖ, οὐδὲ ἀμελεῖ, ἀλλὰ πυκτεύει νύκτωρ καὶ μεθ' ἡμέραν μήτε θηριάλωτόν τι ἐργάσασθαι μήτε ἀλίπαντον, ἀλλὰ καὶ κλέπτας καὶ λῃστὰς κατασκοπεῖ καὶ θῆρας ἀποσοβεῖ καὶ προσλαλεῖ τοῖς θρέμμασιν, καὶ ἔμπροσθεν αὐτῶν πορευόμενος τὰς τροφὰς αὐτοῖς περιποιεῖται, ἐφ' ὕδωρ ἀναπαύσεως καὶ σκιαδίων περιορίζων, καὶ ὅσα ἄλλα ἔστιν ὁρᾶν ἐν ποιμαντικῇ ῥάβδῳ, τί δεῖ καὶ πόσον εἶναι τὸν ψυχῶν λαχόντα προστατεῖν, ὧν τὸ αἷμα, εἰ κατά τι ἀμελὲς γίνοιτο, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὰ γέγραπται; Ἐπίστηθι οὖν λοιπόν, ὦ τέκνον, γρηγορῶν τῇ ποιμνιαρχίᾳ, ἴασαι τοὺς ἠσθενηκότας, ἐπίστρεφε τοὺς πεπλανημένους, παρακάλει, νουθέτει, ὑπομίμνησκε τὴν ἐπηγγελμένην βασιλείαν τοῖς ἁγιοπρεπῶς πορευομένοις καὶ ἐκ τοῦ ἐναντίου τὴν ἀτελεύτητον κρίσιν τοῖς ἐμπαθῶς διαζῶσιν, ἵνα οὕτως καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ἀκούοντάς σου. ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει, ὁ δὲ μισῶν ἐᾷ ἀδιαφορεῖν τοὺς ἑπομένους. ἀλλὰ καὶ ὑμεῖς, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ, ὡς πρόβατα Χριστοῦ ἔσεσθε, φιλοῦντες τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι καὶ μοναχικῶς ἀναστρέφεσθαι, ἀλλὰ μὴ κοσμικῶς. ἓν ἔστω θέλημα πάντων, μία καρδία, μία ψυχή, μὴ τὸ ἐμὸν καὶ τὸ σόν, πάντα κοινά, πάντα καθαρὰ διὰ τῆς ἐξαγορεύσεως· εἰ δὲ μὴ οὕτως, καὶ τὸν κοσμικὸν ἀπωλέσατε καὶ μοναχοὶ μὴ ὄντες ἀληθινοὶ ὑπόδικοι γενήσεσθε κατακρίσεως δικαίας. Ἀγαπῶντες ὑπεμνήσαμεν. ὑμεῖς δὲ εὗ πράξοιτε καὶ τῷ θεῷ εὐαρεστήσοιτε, εὐχόμενοι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὧν διδάσκομεν, τούτων ἐργάται εἶναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. ἀμήν. 62 {1Εἰρήνῃ καὶ Εὐφροσύνῃ μοναζούσαισ}1 Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν, ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν, πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν, αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις, ἐκεῖ καὶ πόθος, ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου, οὗ δὲ ταῦτα, ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος, ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι, ὃν καὶ ἠγαπήσαμεν, ᾧ καὶ ἐνυμφεύθημεν, μεθ' οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον, ἀδελφαί, ἀναπνέομεν ἀεί, τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα, τὸν ἀπρόσιτον πόθον, τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη, ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαίσιον τὸ ἐν οὐρανοῖς ἀπάντημα. ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ