80
Ῥώμης, σπουδῇ Βιταλιανοῦ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον συνέταξαν τοῖς * διπτύχοις καὶ ταῖς ἄλλαις τρισὶ συνόδοις ἐν τοῖς ἱεροῖς διπτύχοις. Σευήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος, Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. καὶ ἐδωρήσατο ὁ βασιλεὺς τῇ πόλει Ἀντιοχείας χιλίας λίτρας χρυσίου· καὶ ταῖς ἄλλαις δὲ πόλεσι πολλὴν εὐνομίαν παρέσχεν, κωλύσας καὶ τὰς δημώδεις ταραχάς. Ξεναΐαν δὲ τὸν Φιλόξενον, ἐπίσκοπον Ἱεραπόλεως, μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισεν ὁ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν. Ἀμάντιον δὲ τὸν πραιπόσιτον καὶ Ἀνδρέαν τὸν κουβικουλάριον καὶ Θεόκριτον τὸν κόμητα Ἀμαντίου, ὃν ἐβούλετο ποιῆσαι βασιλέα, ὡς τυραννίδα μελετήσαντας ἀνεῖλεν. ὁ γὰρ πραιπόσιτος τῷ Ἰουστίνῳ δέδωκε χρήματα ῥογεῦσαι, ὅπως Θεόκριτος βασιλεύσῃ. ὁ δὲ στρατὸς καὶ οἱ δῆμοι οὐχ εἵλαντο Θεόκριτον βασιλεῦσαι, ἀλλ' Ἰουστῖνον 166 ἀνεκήρυξαν. αὐτοὶ δὲ δυσφορήσαντες τυραννίδα ἐμελέτησαν καὶ ἀνηρέθησαν. ἀνεκαλέσατο δὲ ὁ βασιλεὺς πάντας τοὺς ἀδίκως ἐξορισθέντας ὑπὸ Ἀναστασίου καὶ Ἀππίωνα τὸν πατρίκιον, ὃν ἐν Νικαίᾳ πρεσβύτερον βίᾳ ἐχειροτόνησεν· ὃν ὁ βασιλεὺς ὡς ἐχέφρονα ἐποίησεν ἔπαρχον πραιτωρίων, καὶ ∆ιογενιανὸν ἀνατολῆς στρατηλάτην. Τῷ δ' αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ, φοβερὸς κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον οἱ ἀστρονόμοι πωγωνίαν εἶναι· καὶ ἐφοβοῦντο. Κόσμου ἔτη ϛιβʹ. Τῆς θείας σαρκώσεως ἔτη φιβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. βʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ζʹ. Κωνσταντιν. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος ∆ιόσκορος ἔτη γʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Παῦλος ἔτη γʹ. αʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἐδολοφονήθη ὑπὸ τῶν Βυζαντίων μηνιώντων αὐτῷ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως αὐτοῦ κατὰ Ἀναστασίου. Ἰωάννου δὲ τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος, Ἐπιφάνιος, πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας καὶ σύγκελλος, ἐχειροτονήθη μηνὶ Φεβρουαρίῳ κεʹ. ὁμοίως καὶ Ὁρμίσδα τοῦ Ῥώμης κοιμηθέντος, Ἰωάννης τὴνἐπισκοπὴν διεδέξατο. Τῷ δ' αὐτῷ ἔτει ἐδημοκράτησε τὸ βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐγείροντες καὶ λιθασμοὺς καὶ φόνους πολλοὺς ἀπεργαζόμενοι. ἐπήρχοντο δὲ καὶ τοῖς ἄρχουσιν. ἀπὸ δὲ Ἀντιοχείας ἤρχθη τὸ κακὸν τῆς ἀταξίας, καὶ οὕτω διεδόθη ἐν πάσαις ταῖς πόλεσιν, καὶ ἐκράτησεν ἐπὶ χρόνους εʹ· καὶ ἔσφαζον ξίφεσι τοὺς ἀπαντῶντας Πρασίνους καὶ τοὺς κατ' οἶκον κρυπτομένους ἀνιόντες ἐφόνευον, μὴ τολμώντων τῶν ἀρχόντων ἐκδίκησιν τῶν φόνων ποιῆσαι. ταῦτα διεπράττοντο ἕως ἔτους ἕκτου Ἰουστίνου τοῦ εὐσεβοῦς. 167 Κωνσταντινουπόλεως ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. γʹ. κϛʹ. ηʹ. αʹ. ιʹ. αʹ. βʹ. Τούτῳ τῷ ἔτει πολέμου κινηθέντος μεταξὺ Ῥωμαίων καὶ Περσῶν ὁ Ἰουστῖνος ἀπέστειλε πρέσβεις καὶ δῶρα πρὸς Ζιλγβίν, τὸν ῥῆγα τῶν Οὔννων· καὶ συνέθετο μεθ' ὅρκων πατρίων συμμαχήσειν τῷ βασιλεῖ κατὰ Περσῶν. ἀποστείλας δὲ καὶ Κουάδης πρὸς αὐτόν, συνέθετο καὶ αὐτῷ. τοῦτο δὲ μαθὼν Ἰουστῖνος ἐλυπήθη σφόδρα. ἀπῆλθε δὲ πρὸς τοὺς Πέρσας ὁ Ζιλγβὶ μετὰ χιλιάδων κʹ τοῦ πολεμῆσαι Ῥωμαίους. ὁ δὲ Ἰουστῖνος ἐδήλωσε Κουάδῃ, τῷ βασιλεῖ τῶν Περσῶν, πρεσβεύων περὶ εἰρήνης καὶ ὡς ἐπ' ἄλλῳ τινὶ γράψας, καὶ περὶ Ζιλγβί, ὅτι συμμαχίας ὅρκους ἔχει μετὰ Ῥωμαίων, καὶ ὅτι δῶρα ἔλαβε πολλὰ καὶ βούλεται προδότης γενέσθαι τῶν Περσῶν, καὶ ὅτι "δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν ἐλθεῖν καὶ μὴ ὑπὸ τῶν κυνῶν τούτων παίζεσθαι." ὁ δὲ Κουάδης ἠρώτησε κατ' ἰδίαν τὸν Ζιλγβίν, εἰ ἔλαβε παρὰ Ῥωμαίων δῶρα προτραπεὶς κατὰ Περσῶν; ὁ δὲ εἶπεν· ναί. καὶ ὀργισθεὶς ὁ Κουάδης ἐφόνευσε αὐτόν, καὶ διὰ τῆς νυκτὸς πέμψας πλῆθος Περσῶν ἀνεῖλε τὸν λαὸν αὐτοῦ,