καταλελοιπότες διὰ κάλλος μαραινόμενον καὶ τοσοῦτον ἐξ οὐρανῶν ἀποπεσόντες χαμαί. Ἀλλὰ καὶ Σικιμῖται κολάζονται καταπεπτωκότες τὴν ἁγίαν ὑβρίζοντες παρθένον· τάφος ἡ κόλασις αὐτοῖς καὶ τὸ μνημόσυνον τῆς ἐπιτιμίας εἰς σωτηρίαν παιδαγωγεῖ. 3.3.t.1 Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν. Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν τὴν νόσον. Μὴ γὰρ καθαρεύοντες καλλωπισμοῦ οὐχ ὑγιαίνουσιν, πρὸς δὲ τὸ μαλθακώτερον ἀποκλίναντες γυναικίζονται, κουρὰς μὲν ἀγεννεῖς καὶ πορνικὰς ἀποκειρόμενοι, χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου. 3.3.15.2 Τί ἄν τις φαίη τούτους ἰδών; Ἀτεχνῶς καθάπερ μετωποσκόπος ἐκ τοῦ σχήματος αὐτοὺς καταμαντεύεται μοιχούς τε καὶ ἀνδρογύνους, ἀμφοτέραν ἀφροδίτην θηρωμένους, μισότριχας, ἄτριχας, τὸ ἄνθος τὸ ἀνδρικὸν μυσαττομένους, τὰς κόμας δέ, ὥσπερ αἱ γυναῖκες, κοσμουμένους. Ἐπ' οὐχ ὁσίοις δὲ τόλμαις ζῶντες οἱ παλίμβολοι ῥέζουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα, 3.3.15.3 φησὶν ἡ Σίβυλλα. ∆ιὰ τούτους γοῦν πλήρεις αἱ πόλεις πιττούντων, ξυρούντων, παρατιλλόντων τοὺς θηλυδρίας τούτους· ἐργαστήρια δὲ κατεσκεύασται καὶ ἀνέῳκται πάντῃ καὶ τεχνῖται τῆς ἑταιρικῆς ταύτης πορνείας συχνὸν 3.3.15.4 ἐμπολῶσιν ἀργύριον ἐμφανῶς· οἷς σφᾶς καταπιττοῦσι καὶ τὰς τρίχας ἀνασπῶσι πάντα τρόπον παρέχουσιν, οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας, ἀλλ' οὐδὲ ἑαυτοὺς ἄνδρας ὄντας· τοιοῦτοι γὰρ οἱ τῶν ἀγεννεστέρων ζηλωταὶ παθῶν, ἅπαν τὸ σῶμα τοῖς βιαίοις τῆς πίττης ὁλκοῖς λελειουργημένοι. 3.3.16.1 Μέλει δὲ οὐδ' ὁπωστιοῦν περαιτέρω τῆς τοιαύτης προβαίνειν ἀναισχυντίας. Εἰ γὰρ μηδὲν ἄπρακτον αὐτοῖς ὑπολείπεται, οὐδὲ ἐμοὶ ἄρρητον. Ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ ∆ιογένης ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα ἧκε εἶπεν, μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ, ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν 3.3.16.2 ἐκείνου σωφρονίζων. Τὸ γὰρ ἄνδρας ὄντας ξύρεσθαι καὶ λεαίνεσθαι πῶς οὐκ ἀγεννές; Βαφὰς δέ τινας τριχῶν καὶ χρίσματα πολιῶν καὶ ξανθίσματα, ἀνδρογύνων ἐξωλῶν ἐπιτηδεύματα, καὶ τοὺς διακτενισμοὺς αὐτῶν τοὺς θηλυ3.3.16.3 δριώδεις μεθετέον. Ἡγοῦνται γὰρ καθάπερ ὄφις τῆς κεφαλῆς ἀπεκδύσασθαι τὸ γῆρας μεταγράφοντες ἑαυτοὺς καὶ νεοποιοῦντες· εἰ καὶ σοφίσονται τὰς τρίχας, ἀλλ' οὐ τὰς ῥυτίδας διαφεύξονται, ἀλλ' οὐ λήσονται τὸν θάνατον σοφιζόμενοι τὸν χρόνον. Οὐ γὰρ δεινόν, οὐ δεινὸν γέροντα 3.3.16.4 δοκεῖν τὸ εἶναι λαθεῖν μὴ δυνάμενον. Ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος· παλαιὸν ἡμερῶν κέκληκεν αὐτὸν ἡ προφητεία, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ προφήτης λέγει. Οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ κύριος, δύναται ποιῆσαι 3.3.17.1 τρίχα λευκὴν ἢ μέλαιναν. Πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ' αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα; Στέφανος δὲ γερόντων πολυπειρία, φησὶν ἡ γραφή, καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας· οἳ δὲ τὸ πρεσβεῖον τῆς ἡλικίας, τὸν πολιέα, καταισχύνουσιν. Οὐκ ἔστιν δέ, οὐκ ἔστιν ἀληθινὴν ἐνδεικνύναι τὴν ψυχὴν 3.3.17.2 τὸν κίβδηλον ἔχοντα κεφαλήν. Ὑμεῖς δὲ οὐχ οὕτως, φησίν, ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, οὐ τὸν πολιόν, ἀλλὰ τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθαι δέ, μὴ βαφαῖς καὶ καλλωπίσμασιν, ἀλλὰ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν