81
φιλίας σύμβολον, ὃ ὁ Θεὸς διετάξατο διὰ Χριστοῦ. Περὶ δὲ παρθενίας ἐντολὴν οὐκ ἐλάβομεν, τῇ δὲ τῶν βουλομένων ἐξουσίᾳ τοῦτο ἐπιτρέπομεν ὡς εὐχήν, ἐκεῖνο μόνον αὐτοῖς παραινοῦντες, μὴ προχείρως τι ἐπαγγείλασθαι, ἐπείπερ ὁ Σολομών φησιν· «Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Ἡ παρθένος οὖν αὕτη ἔστω ἁγία σώματι καὶ ψυχῇ, ὡς ναὸς Θεοῦ, ὡς οἶκος Χριστοῦ, ὡς Πνεύματος ἁγίου καταγώγιον. ∆εῖ γὰρ τὴν ἐπαγγειλαμένην, ἄξια τῆς ἐπαγγελίας ἔργα διαπρασσομένην, δεικνύειν τὸ ἐπάγγελμα αὐτῆς, ὅτι ἔστιν ἀληθὲς καὶ διὰ σχολὴν εὐσεβείας, οὐ κατὰ διαβολὴν γάμου γινόμενον. Ἔστω δὲ μὴ ·εμβὰς μηδὲ ἀκαιροπεριπάτητος, μὴ δίγνω μος, ἀλλὰ σεμνή, ἐγκρατής, σώφρων, ἁγνή, φεύγουσα τὰς τῶν πολλῶν συντυχίας καὶ μάλιστα τὰς τῶν ἀσέμνων.
ΒIΒΛIOΝ E Περὶ μαρτύρων α. Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν. β. Ὅτι φευκτέον τῆς πρὸς τοὺς ψευδαδέλφους συνουσίας, ὅταν ἐπι μένωσι τῇ φαυλότητι. γ. Ὅτι τοῖς διὰ Χριστὸν πορθουμένοις χρὴ χεῖρα ὀρέγειν, κἂν κίνδυνος παρῇ. δ. Ὅτι φρικτὸν καὶ ὀλέθριον τὸ ἀρνεῖσθαι Χριστόν. ε. Ὅτι μιμητέον Χριστὸν ἐν τῷ πάσχειν καὶ ζηλωτέον τὴν αὐτοῦ ὑπομονήν. ς. Ὅτι χρὴ τὸν πιστὸν μὴ ·ιψοκίνδυνον εἶναι δι' ἀσφάλειαν μήτε περιδεῆ δι' ἀνανδρίαν, ἀλλὰ καὶ φεύγειν δι' εὐλάβειαν καὶ ἐμπί πτοντα ἀγωνίζεσθαι διὰ τὸν ἀποκείμενον στέφανον. ζ. Περὶ ἀναστάσεως ἀποδείξεις διάφοροι. η. Περὶ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου καὶ Στεφάνου τοῦ πρωτο μάρτυρος. θ. Περὶ ψευδομαρτύρων. ι. Ὅτι δεῖ φεύγειν ματαιολογίας, αἰσχρολογίας, εὐτραπελίας, μέθην, λαγνείαν, θρύψιν, ὀργὴν ἄμετρον, ᾠδὴν ἐθνικὴν ἢ πορνικόν, ὀνο μασίαν τε εἰδώλων ἢ δαιμόνων. ια. Παραίνεσις παιδεύουσα φεύγειν τῆς εἰδωλολατρείας τὸ μύσος. ιβ. Ὅτι μὴ προσήκει ᾠδὴν ἐθνικὴν °δειν οὔτε ἐπομνύεσθαι εἴδωλον οὔτε οἰωνοῖς ἢ κληδόσιν ἢ μαντείαις ἢ παλμοῖς ἢ παρατηρήσεσιν ἰουδαϊκαῖς προσανέχειν· ἀσεβὲς γὰρ τοῦτο καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐχθρόν. ιγ. Κατάλογος τῶν τοῦ Κυρίου ἑορτῶν, ἃς δεῖ φυλάσσειν, καὶ πότε