Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. "Ἐκ περισ σεύματος γοῦν τῆς καρδίας τὸ στόμα λαλεῖ." Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφῃνε τὰ συνέχοντα αὐτὸν, λέγων· "Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ," δηλονότι αἱ ἀνομίαι μου. Οὐκ ἔστι δὲ τοῦτο εἰπεῖν τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους. Τινὲς γοῦν καὶ ἥδονται καὶ ἐγκαυχῶνται τοῖς αὐτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαστάζοντες. Κε φαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς οὔσης καὶ βαρυτάτης ὡς ταλάντῳ μο λίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς αἰσθάνεται. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μόλωπές μου. (A f. 207 b, B f. 135) Πληγῶν δὲ καὶ τραυμάτων λείψανα φαίη τις ἂν εἶναι τοὺς ἐναπομένοντας τῇ σαρκὶ μώλωπας, εἰ συμβαίη πλήττεσθαι παρ' ὁτουοῦν. Πλὴν εἰ μὴ καὶ οὗτοι θεραπεύοιντο, καταλγύνουσιν οὐ μικρῶς· ἀνευρύνονται δὲ καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, καὶ παλινδρομοῦσιν εἰς τὸ ἐν ἀρχαῖς. Τοιοῦτον καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁρᾶται συμβαῖνον· πλήττει μὲν γὰρ ἡ ἁμαρτία, καὶ τραύματος δίκην αὐτοῖς ἐμφύεται τὸ κακὸν, εἰ διεξάγοιτό πως εἰς πέ ρας. Ἀλλ' εἰ καὶ παύσαιτό πως ἐνεργῶν τις τὸ πλημμέλημα, ἤγουν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς τὴν ἀπόλαυσιν, ἕως ἐστὶν ἐν αὐτῷ τῆς ἐπιθυ μίας ἡ δύναμις κρατυνομένη τε καὶ ἰσχύουσα, εἰ καὶ ἀνακόπτοιτό πως τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισ μοῖς, τοὺς τῶν τραυμάτων μώλωπας ἔχει· εἰ δὲ δὴ συμβαίνοι καὶ ἐγχρονίζειν αὐτοὺς, μεταφοιτήσειεν ἂν ἴσως, ὡς ἔφην, καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, τῆς εἰς τὸ φαῦλον ἡδονῆς διεξαγομένης εἰς πέρας. Οἱ μὲν οὖν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ 69.60 νοις βορβόρῳ· ὁ δ' εἰς ἄπαξ ὀλισθήσας, ἔπειτα ἀνα λαβὼν ἑαυτὸν, καὶ τὴν χοιρώδη ζωὴν καὶ, ἴν' οὕτως ὀνομάσω, αἴσθησιν ἀποθέμενος, ἀναλαβὼν δὲ θείαν αἴσθησιν ὡς αἰσθάνεσθαι τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ ∆αβὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς, ὁμολογεῖ λέγων· Ὅσα πεποίηκα δι' ἀφροσύνην, ταῦτά μοι ἐσάπη μὴ ἀνακαινιζόμενα παρ' ἐμοῦ καὶ πάντα μοι ἥξει με τανοοῦντι. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι, ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτόν. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἔως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. (A f. 208, B f. 135) Ἐνταῦθα σαφῶς ἀπαριθμεῖται τὰ ὡς ἀπό γε τοῦ συνειδότος ἀνθρώπῳ παντὶ συμβαί νοντα, ὅταν ἔχῃ πολὺ τὸ κατηφὲς ἐφ' ἁμαρτίαις δὲ δηλονότι καὶ πράξεσιν οὐκ ὀρθαῖς. Ἐπιπίπτει γὰρ καρδίαις φορτίου δίκην, καὶ ἀνανεύειν οὐκ ἐᾷ, ἀλλὰ τὴν ἐσχάτην αὐτὰς ὑπομένειν παρασκευάζει ταλαι πωρίαν, ὥστε καὶ κατάγχεσθαι [al. cod. κατεάγνυσθαι] δοκεῖν καὶ συγκαλύπτεσθαι, καὶ σκυθρωπάζειν ἀεὶ, καὶ οὐχ ἑκούσας καταβιάζεται· καὶ τοῦτο μέ χρι παντὸς, τουτέστιν εἰς ἔσχατον τοῦ πάθους, ἄχρις ἂν ἐλεήσῃ Θεὸς καὶ ἀπαλλάξῃ τοῦ κακοῦ, κατανεύ σας τὴν ἀμνηστίαν, καὶ διανευρώσας τὸν νοῦν εἰς τὸ ἀνακύψαι λοιπὸν, καὶ ἀποσείσασθαι μὲν τὸ κατηφὲς, ἀναθαρσῆσαι δὲ εἰς τὸ δύνασθαι κρατεῖν καὶ ἀντιφέρεσθαι γεννικῶς ταῖς τῆς ἁμαρτίας ἐφόδοις· ὑφ' ἧς καὶ ἠνάγκασται ταλαιπωρῆσαί τε καὶ κατακαμφθῆ ναι, καὶ κατὰ πᾶσαν ἡμέραν σκυθρωπάζων πορεύε σθαι. Καρδίας γὰρ, φησὶν, εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Εὐ φραίνει δὲ πάντως ἐφ' ἅπασι τοῖς ἀρίστοις τὸ συν ειδὸς, μαρτυροῦν αὐτοῖς ἀστειότητα βίου λαμπρὰν καὶ εἰλικρινῆ καὶ ἀξιεπαινετάτην ζωήν· καταλγύνει δὲ οὐ μικρῶς καὶ σκυθρωπὸν αὐτοῖς ἀποφαίνει τὸ πρόσωπον, ὅταν ἐπὶ πταίσμασι κατηγορῇ καὶ πικροῖς ἐλέγχοις κατατιτρώσκῃ τὸν νοῦν. Ὅτι αἱ ψύαι [marg. ψῶαι, et ψόαι] μου ἐπλή σθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. (A f. 208 b, B f. 135 b) Ἑτέραν τινὰ πρὸς τούτοις ἀθλιότητα δηλοῖ πλημμελοῦσι συμβαίνουσαν. Ἡ γὰρ ψυχή μου, φησὶν, ἐπλήσθη ἐμπαιγμῶν. Ἐμπαιγ