81
Μίθρα συναγαγὼν μυστηρίων, ἐπὶ Ἁδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ' ἔτος παρθένος, 4.16.8 νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν ἣν Ἰφικράτης ἔπαυσεν. καὶ ∆ουματηνοὶ δὲ τῆς Ἀραβίας κατ' ἔτος ἕκαστον 4.16.9 ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. ἀλλ' ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην Πόλιν τῇ τοῦ Λατιαρίου ∆ιὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον;» 4.16.10 Καὶ πάλιν φησίν· «Ἀφ' οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις οὐδ' ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς.» 4.16.11 Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς. ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα· «Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξιν, κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασάμενος κατέθυσεν.» 4.16.12 Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. εἰκότως ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, ταὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων· «Φέρ' οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες, νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ ∆ιὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι· ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γάρ Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ ∆ιί, καὶ Λεσβίους ∆ιονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν ∆ωσίδας λέγει. Φωκαεῖς δέ οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριοςὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις ὁ Μάριος, ὡς ∆ωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως οἱ δεισιδαίμονες; οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ' εἰ Ἀρτέμιδί τις