81
βασιλεὺς, χάριτας μὲν πολλὰς ὁμολογῶ τῷ πάντων βασιλεύοντι θεῷ, ὅτι καιρὸν παρέσχεν ἀπολογίας, οὐχ ἧττον δὲ βασιλεῖ τε καὶ πατριάρχῃ, τῷ μὲν πείσαντι τὴν ἐξέτασιν, τῷ δὲ πεισθέντι· καὶ ὑμῖν τοῖς ἀφιγμένοις ἕνεκα τῶν πόνων. δέομαι δὲ ὑμῶν, μὴ ὡς βασιλεῖ μοι προσέχειν ἐπὶ τῆς 1.229 δίκης ταυτησὶ, μηδέ τι ὧν ἂν καταγνώσησθε διὰ τὸ ἀξίωμα συγχωρεῖν, ἀλλ' ἀπαραιτήτως ἐφ' οἷς ἂν οἴησθε καταψηφίζεσθαι ἀδικεῖν. ἂν μέντοι μεταξὺ ἀπολογούμενος ἀνάγκῃ γε οὐ γὰρ ἑκοντὶ πρὸς τοιούτους ἄν ποτε ἦλθον λόγους τὸν βασιλέα καὶ πάππον τὸν ἐμὸν ἀποφαίνω ἀδικοῦντα καὶ ἐπιορκοῦντα, μήτ' ἐμοὶ λογίζεσθαι ἀλλ' αὐτῇ τῇ τοῦ πράγματος δέομαι φύσει τοὺς λόγους μήτ' αὐτοὺς ψῆφον ἐξάγειν, ἀλλ' ἐμοὶ μὲν κριτὰς καθῆσθαι, ἐκείνῳ δὲ ἀκροατὰς καὶ μόνον. ἐπεὶ δέ με ἐκελεύσατε ἀπολογεῖσθαι, ἀναγκαῖον τοὺς κατηγοροῦντας πρῶτον τὰ ἐγκλήματα εἰς μέσον ἄγειν, ὡς ἂν ἐφεξῆς αὐτὸς ποιῶμαι τὰς ἀπολογίας.» Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δικασταὶ δὲ ἐπαινέσαντες τοὺς λόγους, τὰ ἐγκλήματα ἐκέλευον τοὺς ἐπιτετραμμένους εἰς μέσον ἄγειν. καὶ παρελθόντες εἰς μέσους ὅ, τε δικαιοφύλαξ καὶ ὁ τῶν Μογλαίνων ἐπίσκοπος, διεξῄεσαν πάντα καθ' ἕν. ἀπολογουμένου δὲ βασιλέως, βέβαιον μὲν οὐδὲν ἐδόκουν ἔχειν, οὐδ' ἀπόδειξιν ἐναργῆ οὔτ' ἐξ αὐτῶν τῶν πραγμάτων, οὔτε μὴν ἐκ μαρτυρίας τινός· ἐδόκουν δὲ ἐξ ὑποψίας μᾶλλον ἢ ἀληθείας συνειλέχθαι. τελευταῖον δὲ τόδε εἶπον· «ἐν τοῖς ὅρκοις τοῖς ἐπὶ τῇ εἰρήνῃ γεγραμμένοις γέγραπται καὶ τοῦτο, τὸ τὸν μὲν βασιλέα τὸν πάππον τὸν σὸν τὴν διοίκησιν πᾶσαν ἔχειν καὶ ἡγεμονίαν τῆς ἀρχῆς, σὲ δὲ ὑπ' αὐτὸν τελεῖν καὶ τὰ προσταττόμενα ἐκπληροῦν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα, ἐπίορκον καὶ ἄδικον εἶναι. σὺ δὲ, μήτ' ἐπιτρέψαντος μήτε μὴν εἰδότος βασιλέως, 1.230 ἀπὸ τῶν τοὺς δημοσίους πραττόντων φόρους ἀφείλου βίᾳ χιλιάδας τέτταρας χρυσίου.» «ὅτι μὲν τὰ χρήματα ἀφειλόμην, οὐδ' αὐτὸς ἂν ἀρνηθείην» εἶπεν ὁ βασιλεὺς, οὐκ ἐπιωρκηκέναι δὲ, οὐδ' ἀναίσχυντος καὶ καταφρονητὴς διὰ τοῦτο δίκαιος κρίνεσθαι βασιλέως. «αἰνίγματι λέγεις ὅμοιον» οἱ δικάζοντες εἶπον «εἰ μηδὲν πράττειν ἐπὶ τῶν ὅρκων παρὰ γνώμην βασιλέως γεγραμμένου, αὐτὸς τὰ χρήματα βασιλέως ἄκοντος λαβὼν, μηδὲ τοὺς ὅρκους παραβεβηκέναι φαίης. ἢ γὰρ οὐ γέγραπται, τὴν διοίκησιν πᾶσαν τῶν πραγμάτων βασιλέα ἔχειν, σέ τε μηδὲν παρὰ γνώμην ποιεῖν ἐκείνου, ἢ, τούτου δοθέντος, οὐκ ἂν διαφύγοις τὸ ἐπιορκεῖν, ἄκοντος βασιλέως τὰ χρήματα εἰληφέναι ὁμολογῶν.» Ξανθόπουλος δὲ τῶν ἐκ Βυζαντίου ἀφιγμένων εἷς «οὐ δίκαιον» εἶπε «καταψηφίζεσθαι, πρὶν ἂν ὁ βασιλεὺς περὶ τῶν κατηγορουμένων λόγον δῷ· τότε γὰρ, εἰ δικαιοῦν ἢ καταψηφίζεσθαι ἐκ τῶν λεγομένων δέοι, γνοίημεν ἄν. συνθεμένων δὲ καὶ τῶν ἄλλων, ὁ βασιλεὺς ἀπελογεῖτο τοιαῦτα· μηʹ. «Καὶ δίκαιον εἶναι νομίζω καὶ κατὰ γνώμην ἦν ἂν ἐμοὶ, εἰ τὰ πραττόμενα βασιλεὺς μετὰ τῆς προσηκούσης ἐξήταζεν ἀκριβείας· ἦ γὰρ ἂν οὐκ ἂν ἐμὲ νῦν ἀναιδείας καὶ ἀφοβίας καὶ, τὸ μέγιστον, ἐδίωκεν ἐπιορκίας. τὸ μὲν γὰρ μὴ προκατειλῆφθαι τὸν δικαστὴν τὴν γνώμην, ἐξάγειν μάλιστα ὀρθὰς ποιεῖ τὰς κρίσεις· ὃ δὲ μὴ τοῦτον τὸν τρόπον, σφάλλεσθαι ὡς τὰ πολλὰ ἀνάγκη. ἐὰν γὰρ τάς τε κατὰ τοὺς προτέ 1.231 ρους πολέμους αἰτίας γεγενημένας, δι' ἃς αἵ τε ξυνθῆκαι προὐχώρησαν καὶ οἱ ὅρκοι, ὅθεν τε κἀκ τίνος συνεώρα, καὶ τὴν ἐμὴν πρὸς τὴν τοῦ πολέμου κατάλυσιν ἐπιμέλειαν καὶ σπουδὴν καὶ προθυμίαν, ἔτι τε ἣν ἐνεδειξάμην ἐν τῷ παρασχόντι παντὶ κηδεμονίαν καὶ εὐπείθειαν καὶ στοργὴν πρὸς αὐτὸν, οὐκ ἂν νῦν τοιαῦτα ἔφευγον ἐγὼ, ἀλλὰ τῶν τε παρόντων ἂν αὐτὸς ἐγὼ καὶ τῶν προσδοκωμένων οἱ Ῥωμαῖοι κακῶν ἦμεν ἀπηλλαγμένοι, βασιλεύς τε αὐτὸς θορύβου τε παντὸς ἔξω καὶ τῆς ἀπὸ τοῦ ἑκοντὶ Ῥωμαίοις ἐπὶ φθορᾷ δοκεῖν τὸν πόλεμον ἐπάγειν δυσκλείας γινομένης. νυνὶ δὲ, ὡς ἔοικεν, ἐκείνων ἁπάντων ἐπιλελησμένος, ἃ ὑμεῖς πάντες ἀκηκόατε κατηγόρηκέ μου πολλὰ καὶ δεινά. ἐγὼ δὲ, καίτοι δεινῶν ὄντων τῶν ἄλλων ἁπάντων, ἠνεσχόμην ἂν σιγῇ αἰδοῖ τε τῇ πρὸς βασιλέα καὶ τῷ, μὴ τῆς ἀπολογίας ἕνεκα τῶν μέμψιν τινὰ αὐτῷ