81
ἀρετήν. Ειτα ἐπάγει ὁ αγγελος "ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου εως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ορασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι αγιον ἁγίων." ὁ μὲν προφήτης προσευχόμενος "ὁ λαός σου" πρὸς τὸν θεὸν ελεγε "καὶ ἡ πόλις σου·" ὁ δὲ αγγελος πρὸς τὸν ∆ανιήλ φησιν "ὁ λαός σου καὶ ἡ πόλις σου," ὡς μὴ ἀξίου οντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. ευρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, οτε τὸν μόσχον ποιήσαντες οἱ ̓Ισραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς εφη ὡσαύτως. 1.204 φησὶν ουν ὁ αγγελος οτι καὶ ἡ ̔Ιερουσαλὴμ οἰκοδομηθήσεται καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ετη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ' ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. εως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ' εστιν εως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν ̓Ιουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ετισαν, ἀλλ' ἀνεκλήθησαν αυθις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς εσχατον κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ετυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν αφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· ουτος γάρ ἐστιν ὁ αιρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ος ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ορασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, η οτι τὰ παρ' ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ηδη ἐκβέβηκεν, η οτι τὸ τῆς προφητείας χάρισμα τοῖς ̓Ιουδαίοις ἐκλέλοιπεν, η καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ επαυσεν· οὐκέτι γὰρ παρ' αὐτοῖς αρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, ητις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ. 1.205 ὁ μὲν γὰρ ἀπόστολος "ἐδόθη σοφία" φησιν "ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις." καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων "δικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεται" λέγει. ὁ δὲ κύριος "αἰτεῖτε" διδάσκει "τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ην αὐτὸς ηγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ αγιον ἁγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν. τίς γὰρ ετερος αγιος ἁγίων κληθείη αν εἰ μὴ ὁ κύριος ἡμῶν καὶ σωτήρ; ος ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς ̔Ησαΐας προανεφώνησε λέγων "πνεῦμα κυρίου ἐπ' ἐμέ, ου εινεκεν εχρισέ με," καὶ ὡς ∆αβὶδ ἐμελῴδησεν εἰπών "εχρισέ σε ὁ θεός, ὁ θεός σου, ελαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡς "εχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει," σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν απαντα καὶ πάσχων οσα δι' ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος. Ειτα ἐπάγει ὁ θεῖος ἀρχάγγελος "καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι ̔Ιερουσαλὴμ εως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." ηρξατο μὲν ουν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ εθνει τῶν ̓Ιουδαίων, ἀλλ' ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου 1.206 παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αυθις τοῖς ̓Ιουδαίοις ἡ τούτου ἀνέγερσις οτε