81
̓Ατάλλων. τρέφων. παρὰ τὸ τλῶ, τλᾶς, καὶ ατλας, ἐξ αὐτοῦ ἀτάλλων. ̓Ατενίζει. ακρως προσέχει. Αττειν. ὁρμᾷν. ̓Ατέμβω. τὸ στερίσκω. παρὰ τὸ τέμω, ο ἐστι πρωτότυπον τοῦ τέμνω, γίνεται ἀτεμῶ καὶ ἐπενθέσει τοῦ ˉβ ἀτεμβῶ τὸ οὐ βλάπτω. Ομηρος· οὐ γὰρ καλὸν ἀτεμβεῖν. ̓Ατίτηλλα. ἀνέθρεψα. καὶ ἀτιτάλλειν τὸ τιθηνεῖν, καὶ ἐκτρέφειν ἐκ νηπίου. ̓Ατιμαστέον. περιφρονητέον. ̓Αττικουργούμενον. τὸ κατὰ ἀττικὸν τρόπον εἰργασμένον. ̓Ατιμάζω. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. ταῦτά τοι οἱ ∆ιόσκουροι οὐκ ἀτίμασάν οἱ φανῆναι πάλιν. ̓Ατίζω. εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω, τὸ τιμῶ, καὶ ἀτίζω, πλεονασμῷ τοῦ ˉζ. εἰ δὲ σημαίνει τὸ βλάπτω, παρὰ τὸ ατω, ἀτίζω. ̓Ατλητῶν. μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν. πάρειμ' ἀτλητῶν. alpha.338 ̓Ατροφῆσαν. μὴ τραφέν. ̓Ατυζόμενοσ. αἰολικόν ἐστι· σημαίνει δὲ τὸ λυπούμενος, θορυβούμενος, ταρασσόμενος. ̓Ατύω καὶ ἀτύσω. τὸ ταράσσω. ̓Ατυχθείσ. ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλὰ ἀποστρεφόμενος εἰς τὸ διαμαρτεῖν. σημαίνει δὲ καὶ τὸ καταπλαγεὶς η φοβηθείς. καὶ Ομηρος· -οψιν ἀτυχθείς. τεύχω τὸ ἐπιτυγχάνω, ὁ μέλλων τεύξω, ὁ δεύτερος ἀόριστος ετυχον, ἐτύχην, ἡ μετοχὴ ὁ τυχεὶς καὶ πλεονασμῷ τοῦ θ τυχθείς. ὡς χαμαλὸς χθαμαλός. καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς. ̓Ατυχῆσαι. ἀντὶ τοῦ ἀποτυχεῖν. ουτως Πλάτων. ( ̓Επίῤῥημα.) ̓Ατὰρ δή. δηλαδή. ὁμοίως. πλὴν ομως καὶ ἀντὶ τοῦ δὴ η διὰ τοῦτο. ̓Αταλαιπώρωσ. ἀκοπιάστως. ̓Αταρβήτωσ. ἀφόβως. *καὶ ἀταρβητὶ ὁμοίως.* καὶ ἀντὶ τοῦ ἀνειμένως. Σοφοκλῆς· ἐχθρῶν δ' υβρις ἀταρβήτως ὁρμᾷ-. ̓Ατεχνῶσ. φανερῶς. ̓Ατέχνωσ. ἀνεπιστημόνως. Ατερ. ἐκτὸς, χωρίς. ̓Ατενῶσ. ἀμεταστάτως. ̓Ατενέσ. εὐθὺ, συνεχὲς, παντελῶς, καθόλου, παραχρῆμα, αγαν, ἰσχυρῶς, ἀφελῶς η πάνυ προσεχῶς. alpha.339 Ατε. ἀντὶ τοῦ καθὰ, ἐπίῤῥημα· ψιλοῦται. alpha.33 ̓Ατρεμεί. ἡσύχως. ̓Ατριβί. χωρὶς τριβῆς. ̓Ατρεκέως καὶ ἀτρεκεστάτωσ. ἀληθῶς. ἀπὸ τοῦ τρέχω, τρεχὴς καὶ ἀτρεκής. ον οὐδεὶς δύναται παραδραμεῖν, η ο οὐδεὶς δύναται παραδραμεῖν, εὐφρονῶν. ̓Ατημελήτωσ. ἀπρονοήτως, καταφρονητικῶς. Τὸ Α μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Αὐαλέοσ. ὁ κατάξηρος. παρὰ τὸ αυω τὸ ξηραίνω, αυος καὶ αὐαλέος. Αυγαροσ. ̓Εδέσσης βασιλεὺς, ος ἐπὶ Τραϊανοῦ βασιλέως ην καὶ δῶρα αὐτῷ προσῆξεν ἐκεῖσε ἀφιγμένῳ. Αὐγέασ. ̓Αθηναῖος κωμικός. τῶν δραμάτων αὐτοῦ αγροικος ..... Αὐδώδ. κριτὴς τοῦ ̓Ισραὴλ ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ ἀροτροποδίῳ ἐπάταξεν ανδρας ἑξακοσίους. Αὐθάδησ. θυμώδης, θρασὺς, ἀλαζὼν, ἑαυτῷ ἀδῶν καὶ ἀρέσκων. αὐτοάδης καὶ αὐθάδης. καὶ κλίνεται αὐθάδεος καὶ ἡ κλητικὴ αὐθάδες· παράλογον δὲ τὸ αυθαδες. Αὐταίρετοσ. αὐτόβουλος, η ὁ αὐτεπάγγελτος. Αὐθέκαστοσ. ἀκριβὴς καὶ σύντομος. οθεν καὶ λόγους αὐθεκάστους τοὺς σαφεῖς καὶ συντόμους λέγομεν. τινὲς δὲ καὶ τὸν παῤῥησιαστὴν καὶ αὐθάδη καὶ φίλαυτον. alpha.340 Αυθαιμοι. οἱ ἀδελφοί. ὡς ἀπὸ τοῦ αὐτοῦ αιματος. Αὐθιγενήσ. γνήσιος· αὐτόχθων. Αὐθέντησ. φονεὺς η ὁ ἑαυτὸν κτιννύων. αὐτοέντης τίς ἐστιν. ὁ ἑαυτὸν βάλλων τοῖς εντεσιν, ο ἐστι τοῖς βέλεσι. τὸ δὲ ἐν τῇ συνηθείᾳ εοικε παρὰ τὸ αὐτὸς καὶ τὸ εντης· ὁ ἑαυτὸν ἐπαφεὶς εἰς πάντα καὶ ων αὐτεξούσιος καὶ μὴ αλλου, ἀλλ' ἑαυτῷ ων. Αὐλικούσ. κιθαρῳδούς. Αὐλόσ. ὁ ἐπιμήκης φυσητήρ. αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον. Αὐλῶνεσ. φάραγγες η τόποι πλατεῖς, η αὐλῶνες τὰ μεταξὺ φαράγγων στενὰ καὶ ἐπὶ μῆκος φερόμενα. Αὐλίκουρεσ. φύλακες. Αυοσ. ξηρός. εστιν υω ῥῆμα τὸ βρέχω, καὶ στερήσει τοῦ ˉα ἀΰω καὶ ἐν συναιρέσει αυω, ἐξ ου αυος. Αυροι. οἱ λαγωοί. Αὐρηλιανόσ. βασιλεὺς ̔Ρωμαίων, τὰ πολέμια δεινῶς ἠσκημένος, ἀκάθεκτος δὲ τὴν γνώμην καὶ ὠμός. Αυσονεσ. οἱ βασιλεῖς. παρὰ τὸ αυσω τὸ τολμῶ. οἱ πάντα τολμῶντες τοῖς προστάγμασιν. Αὐσόνιος πόντοσ. ἡ Σικελικὴ θάλασσα. ἀπὸ Αυσονος τοῦ ̓Οδυσσέως καὶ Καλυψοῦς υἱοῦ ἐκεῖ βασιλεύσαντος. Αὐσονίων. ̓Ιταλῶν. Αὐτοτελήσ. τέλειος. Αὐτοῖσιν. ἀντὶ τοῦ αὐτοῖς. alpha.341 Αὐτολόχευτοσ. αὐτογέννητος. Αὐτόπτησ. ὁ θεατής. Αὐτόχειρεσ. οἱ ἑαυτοὺς φονεύσαντες αὐτοχειρίᾳ η τινάς. Αὐτεπάγγελτοσ. ὁ αὐτόκλητος. Αὐτόχθονεσ.