δύνοντι, τὸν δὲ βόθυνον ἄρτι μεσουρανήσαντι. Οὕτω δὲ καὶ τοῦ ἥπατος ἀποδιελόντες τὸν ὑμένα ἠρέμα, [ὃς ὑπ]ὸ τοῦ περιτοναίου τῷ σπλάγχνῳ ἐπίκειται, τῆς μὲν κεφαλῆς θεοῖς ὑπερκοσμίοις κατήρχοντο, τοὺς δὲ λοβοὺς [τοῖς πέντε] πλάνησιν ἀπεδίδοσαν· τὸ δέ γε νέκρωμα Ἅιδῃ καὶ Περσεφόνῃ κατέθυον. 154 Εἶτα δὴ τὰ τῶν θυομένων περιειργάζοντο πτώματα, εἰ ἐπὶ δεξιὰ πίπτοιεν ἢ ἐπὶ τὰ λαιά· κἀκεῖθεν μὲν δεξιὰ ἑαυτοῖς ἐμαντεύοντο, οὕτω δὲ ἐπαρίστερα. ἐμέτρουν δὲ καὶ τὸν τοῦ σπαραγμοῦ μετὰ τὴν θυσίαν καιρόν· καὶ εἰ μὲν αὐτίκα τὰ θύματα ἀποπνεύσειε, ταχείας ἑαυτοῖς τὰς τελευτὰς περὶ ὧν προσῄεσαν ἐμαντεύοντο, εἰ δ' οὖν, ἀποτεταμένας καὶ πράγματα ἐχούσας. Οὐ πᾶσι δὲ πάντα ἐτέλουν, ἀλλὰ τοῖς οἰκείοις τῆς ληφθείσης θυσίας. τά τε δὲ θύματα τούτοις καὶ αἱ βοτάναι, σύμπαντα κατὰ τρόπον ἐγίνοντο, οὐ μὴν ἀλλὰ καὶ αἱ σχίζαι. νηφαλίοις μὲν γὰρ θεοῖς ἐδρυοτόμουν καὶ ἐκεῖθεν ἀνῆπτον πυράς. Βάκχαις δὲ καὶ ∆ιονύσῳ κληματίδες ἀνέκαιον τὴν πυρκαϊάν, καὶ πάντα τούτοις οἰνόσπονδα· ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα, ὁ κρόκος τε καὶ ἡ ῥιτίνη διεμερίζοντο τοῖς ἐφ' ἑκάστης θυσίας θεοῖς. ἐπ' ἐξουσίας γὰρ τοῖς Ἕλλησι πάντα τὰ πράγματα τοῖς παρ' αὐτῶν ὀνομασθεῖσι κατεμερίσθη θεοῖς, καὶ ἡ διαίρεσις οὐκ ἄχρι σωμάτων, ἀλλὰ καὶ χρωμάτων αὐτῶν· διάφοροί τε αἱ ἐπικλήσεις καὶ παρηλλαγμένα τά τε ἐπᾴσματα καὶ τὰ ἅμματα, οὕτω δὴ καὶ τὰ θύματα καὶ τὰ ἐπὶ τούτοις τελούμενα· καὶ τόν γε θύτην ἔδει τὰς θυηπολίας ἀκριβῶς εἰδότα, οὕτω τὰς θυσίας ποιεῖν. Τοῦ Ψελλοῦ [σξηολιυμ αδ τραξτατυμ ηερμετιξυμ ι 18] Ἔοικεν ὁ γόης οὗτος τῇ θείᾳ γραφῇ οὐ παρέργως ὡμιληκέναι· ὅθεν ἐκ ταύτης ὁρμώμενος τῇ κοσμοποιίᾳ ἐπιχειρεῖ, μηδὲ αὐτὰς ὀκνῶν τὰς Μωσαϊκὰς λέξεις ψιλὰς ἐνίοτε ἀναγράφειν, ὡς καὶ τὸ προκείμενον τοῦτο ῥητὸν ὅλον. τὸ γὰρ «καὶ εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε» σαφῶς ἐκ τῆς Μωσαϊκῆς κοσμοποιίας ἐστίν. οὐ μὴν ἐνέμεινε παντελῶς τῇ ἁπλότητι καὶ σαφηνείᾳ καὶ τῷ εὐθεῖ καὶ εἰλικρινεῖ καὶ ὅλως θεοειδεῖ τῆς θείας γραφῆς, ἀλλ' εἰς τὸ εἰωθὸς ὑπερρύη πάθος τοῖς τῶν Ἑλλήνων σοφοῖς, εἰς ἀλληγορίας καὶ πλάνας καὶ τερατείας ἐκ τῆς εὐθείας ὁδοῦ καὶ ἀπλανοῦς ἐκτραπεὶς ἢ ὑπὸ τοῦ Ποιμάνδρου συνελαθείς. οὐκ ἄδηλον δὲ 155 ὅστις ἦν ὁ τῶν Ἑλλήνων Ποιμάνδρης, ὁ καὶ παρ' ἡμῖν ἴσως κοσμοκράτωρ ὀνομαζόμενος, ἢ τῶν ἐκείνου τις. «κλέπτης» γάρ φησιν «ὁ διάβολος καὶ ἐκφερομυθεῖ τὰ ἡμέτερα», οὐχ ἵνα οἱ ἐκείνου μεταμάθωσι τὴν εὐσέβειαν, ἀλλ' ἵνα τοῖς τῆς ἀληθείας ῥήμασι καὶ νοήμασι τὴν ἑαυτῶν δυσσέβειαν ἐπιχρώσαντες καὶ μορφώσαντες πιθανωτέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον. οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φήμας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Ἕλληνας λέγων παιδείᾳ χρωμένους καὶ μαντείαις ταῖς ἐκ ∆ελφῶν. ἀληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες ἀταλαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξῃ πλανᾶσθαι αὐτούς. εἰσὶ δὲ οἱ ταῦτα λέγοντες οὐχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμώτεροι, εἴ τις ἐντετύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον· «παρ' ἐκείνου λοιπὸν ἐπιζητῶ μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἀπέγνων.» εἰ μὲν οὖν τι καὶ ἄλλο βάρβαρον γένος τὸν δημιουργὸν καὶ βασιλέα τοῦδε τοῦ παντὸς πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ὅτι ἡ νομοθεσία αὐτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου καὶ εἴ τις ἄλλος παρ' Ἕλλησι σοφός, πολλοῖ ἀποδέδεικται. Τοῦ ὑπερτίμου προέδρου καὶ ὑπάτου τῶν φιλοσόφων κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ ὅτι οὐκ ἀλλοιοῦται τὰ ἐνδεχόμενα τῇ ὡρισμένῃ τοῦ θεοῦ γνώσει περὶ αὐτά Τοῦτο τὸ θεώρημα τὸ νῦν ὑπὸ σοῦ κινούμενον, ὡς ἐπὶ τῶν καθέκαστα καὶ μελλόντων ἀόριστός ἐστιν ἡ τοῦ γενησομένου ἔκβασις, δοκεῖ μὲν εἶναι λογικόν, κατ' ἀλήθειαν μέντοι πρὸς πάντα τὰ