καινὸν τοῦ βίου, δύσοδμε κύων, τὴν πονηρίαν ὄφι· ὦ κτῆνος ἀργόν, γῆς δυσαχθὲς φορτίον· ὦ γλῶσσα μὲν πρόχειρε πρὸς βλασφημίαν καὶ χεὶρ ἕτοιμε πρός γε δωροληψίας καὶ ποὺς ἕτοιμε πρὸς φονοδρόμους βλάβας· ὦ κοιλία σφύζουσα πρὸς λαιμαργίαν, ὦ νοῦς ἄνους, ἔννους δὲ πρὸς πονηρίαν· ὦ Μῶμε παμμώμητε, μωκίας γέμων, ἀναιδὲς ὄμμα, παμπόνηρε καρδία, πεπλασμένον φρόνημα, ποικίλη φύσις· ὦ δεινὸν ἦθος, πικρίας πεπλησμένον, ἀλλοπρόσαλλε, διπρόσωπε, ποικίλε, ἀρρητοποιὲ κρυφίων ἐγκλημάτων καὶ μηχανουργὲ πράξεων μισουμένων· ὦ τῶν σιωπῆς ἀξίων πρωτοσπόρε καὶ τῶν ἀύλων πράξεων ἀναιρέτα, γλώσσαλγε καὶ ψίθυρε καὶ ψυχοκτόνε, δίγνωμε καὶ δίμορφε καὶ βροτοφθόρε· ὦ πλάσμα διπλοῦν φύσεων ἐναντίων, ἄνω μὲν ἄρρην καὶ κάτω θηλυδρία, εὐνοῦχε τὸν σίδηρον, ἄρρην τὸν τρόπον, ἄτμητε τὸν νοῦν, ἡμίτμητε τὴν φύσιν· ὦ χεῖλος ἀκρόβυστε καὶ τὴν καρδίαν, τῇ νεκρότητι τῶν τριχῶν τεθαμμένε καὶ τῇ ψιλώσει τῶν καλῶν βεβυσμένε καὶ τῷ ταραγμῷ τοῦ λόγου πεφυρμένε καὶ τοῖς ὀδοῦσι τοῦ φθόνου βεβρωμένε καὶ τῇ νεκρώσει τῶν μελῶν σεσημμένε καὶ ταῖς ἀκίσι τῶν κακῶν τετρωμένε καὶ τοῖς ἐνύλοις εἴδεσι μεμιγμένε, ταῖς ἡδοναῖς δὲ τῶν παθῶν βεβλημένε τῇ διπλόῃ τε τῶν φρενῶν κεκομμένε καὶ τῷ προδήλῳ τῶν κακῶν δεδειγμένε· ὦ γνώσεως ἄμοιρε τῆς τῶν κρειττόνων, μαθημάτων ἄδεκτε τῶν σοφωτέρων, φύσις δὲ πλήρης πνευματουμένων γνάθων γλωττοκρότων τε τεχνῖτα λεξειδίων· ὦ καινὲ ῥῆτορ, γῆθεν ἐκφὺς ἀθρόον, τὰς εὑρέσεις ἄτεχνε καὶ τὰς ἰδέας, τὰς δὲ στάσεις ἔντεχνε τὰς ἀμφιρρόπους καὶ δεινὲ τὴν ἔννοιαν ἢ καὶ τὴν φράσιν· ὦ πρὸς καταδρομὴν μὲν ἢ κοινὸν τόπον θερμουργὲ καὶ πρόχειρε, καχλάζων ὅλος, τοὺς δὲ τρόπους ἄτεχνε τῶν ἐγκωμίων· ὦ γλῶσσα τὴν σφάττουσαν εἰδυῖα φράσιν, δήμων ἀνάπτα, λαομουλτοσυστάτα· ὦ δάκτυλοι πλήττοντες οἷάπερ βέλη καὶ βραχίων δόρατος εἰσβάλλων πλέον καὶ καλαμὶς τέμνουσα πολλῶν καρδίας μέλαν τε τὴν μέλαιναν ἐγγράφον δίκην· ὦ φαρμακὶς δράκαινα, πικρὸν θηρίον, μύραινα δεινὴ καὶ τρυγὼν θαλασσία, ταύρειον αἷμα, πηγνύον, διολλύον, ἰοῦ γέμων θὴρ καὶ δόλου καὶ πικρίας· ὦ κανθαρίς, βδέλλιον ἢ χαμαιλέον, ὦ γραῦς Ἐρινύς, συμφορῶν παραιτία, ὦ νυκτιτυμβάς, φαρμακὶς κεκρυμμένη, οἴκους καπνοῦ πληροῦσα καὶ δυσθυμίας, κακοῦργε καὶ πανοῦργε, δεινὲ τὰς φρένας· ὦ τοῦ σατὰν γέννημα, δαιμόνων φύσις, Τελχίν, Τυφών, Πρίαπε, Σατύρου θέα, Τιτάν, Προμηθεῦ καὶ Κορύβα μητρίσας, Ἰαπετοῦ πρώτιστε καὶ Κρόνου πλέον. Ὦ μυσταγωγὲ ∆ελφικῶν δεσπισμάτων, ἀρρητοποιὲ Πυθικῶν μυστηρίων· ὦ μάντι δεινῶν, ὦ προφῆτα χειρόνων, ὦ Φοῖβ' Ἄπολλον, ψυχικῶς ἀπολλύων, χρηστηριάζων, ἀλλὰ λοξὰ τῷ βίῳ· ποῦ σοι τρίπους νῦν τῶν προδήλων πλασμάτων, ποῦ χαλκὸς ἠχῶν, ποῦ δὲ ∆ωδώνης ψόφοι; παρῆλθεν ἡ θύελλα, φροῦδον πᾶν νέφος· χρησμῳδὲ λοξὲ θεσφάτων ἀθεσφάτων, ἡ μάντις ἠσθένησεν αἴφνης σοι δάφνη, ὕδωρ τὸ φωνοῦν ἐψύγη παρ' ἐλπίδα· λεκανόμαντι, πάντα σοι διερρύη· καταφρονῶ σου τῶν ἀθέσμων ὀργίων, τῆς μαντικῆς σου φιάλης καταπτύω· γελῶ σε, κριθόμαντι καὶ σχοινοστρόφε, Ἐρινύος πρόσωπον ἡπατοκτόνου, τὰ νυκτερινὰ φροῦδα μαντεύματά σου· Ἄπολλον, ἐξόλωλας, ἠλέγχθης ὅλος, στέναζε τὴν σὴν συρραγεῖσαν καλύβην· ἔλαμψεν αἰθὴρ ἡλιοβρύτου φάους, ψευδεῖς ὄνειροι, χαίρετ', οὐδὲν ἦτ' ἄρα, Ἄνειμι δ' αὖθις εἰς ἐρωτήσεις, πάτερ, καί μοι πρὸ ταρσῶν στῆθι καὶ σαφῶς λέγε· τίς καὶ πόθεν σε τὸν κατεστυγημένον διδάσκαλον πέπομφε κοινὸν τῷ βίῳ; ἐκ τῆς Σιών τις; ἀλλ' ὅθεν Μωσῆς πάλαι; μῶν οὖν κατεῖδες τὴν βάτον πεφλεγμένην ἄφλεκτα μηνύουσαν ἄρρητον λόγον; ἔγνως τὰ φρικτὰ τῆς ἀπορρήτου θέας, ὡς παρθένος μὲν ἡ βάτος νοουμένη, τὸ πῦρ δ' ὁ Χριστός, τὴν κύουσαν μὴ φλέγων; τίς δ' οὖν ὁ πέμψας ἄγγελον μυστηρίων; δέδοικα, μὴ δαίμων τις