1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

81

ἐπεμβαίνοντές μοι, ἢ ὅτι τοῖς βλαστοῖς μου τοῖς δεξιοῖς, τουτέστι τοῖς δικαιώμασιν, ἐπανέστησαν λέγοντες, ὡς οὐ καθαρῶς τὴν εὐσέβειαν μετῄειν. 254 30, 12 πόδας αὐτοῦ ἐξέτεινε καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας. κινήσαντος ἑαυτὸν τοῦ θεοῦ κατ' ἐμοῦ ἔσχον καὶ αὐτοὶ ὁδὸν ἐφόδου. 30, 13 ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν. πᾶσαι αἱ ὁδοί μου ἐξηφανίσθησαν τοῦ θεοῦ περιδύσαντός με τῆς εὐπρεπείας τὴν στολήν, ἀντὶ τοῦ· περιελόντος τὴν οἰκείαν βοήθειαν. 30, 14 βέλεσιν αὐτοῦ κατηκόντισέ με, κέχρηται δέ μοι ὡς βούλεται. τὸ σφοδρὸν τοῦ ἐτασμοῦ διὰ τούτων ἔδειξεν. 30, 1415 ἐν ὀδύναις περιφέρομαι, ἐπιστρέφονται δέ μου αἱ ὀδύναι. ἵνα εἴπῃ ὅτι· ἐπιστρόφως ὀδυνῶμαι, τουτέστι μετ' ἐπιτάσεως καὶ κατὰ αὔξησιν. 30, 15 ὤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. ἀπέπτη δέ μου πᾶσά τις ἐλπὶς χρηστοτέρα δίκην ἀνέμου παρεληλυθότος καὶ νέφους διαλυθέντος. 30, 16 καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου. διαλέλυνταί μου οἱ τόνοι τῆς ψυχῆς ὑπὸ τῶν ἐπελθόντων μοι κακῶν. 30, 1617 ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, νυκτὶ δὲ τὰ ὀστᾶ μου συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυνται. τὰς δὲ νύκτας καὶ τὰς ἡμέρας ὀδυνῶμαι, ὡς καὶ τὰ ὀστᾶ μου φρυγῆναι καὶ τὰ νεῦρα διαλελῦσθαι ὑπὸ τῆς ἄγαν κακοπαθείας. 255 30, 18 ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. πολλοὶ πολλάκις περισφίγγοντες τὸ περιστόμιον τοῦ ἱματίου περὶ τὸν τράχηλον ἀποπνίγουσί τινα. λέγει οὖν ὅτι· ἰσχυρῶς μου περιδραξάμενος πιέζει καὶ ἀποπνίγει με. 30, 19 ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ μου. ὡς υἱὸς πρὸς πατέρα πρὸς θεὸν ἀποδύρεται καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς δέησιν προτείνει. λόγισαι, γάρ φησιν, δέσποτα, ὅτι γῆ τέ εἰμι καὶ εἰς γῆν ἀναλύομαι. εἰσάκουσόν μου τῆς κραυγῆς καὶ μὴ ἀποστρέψῃς τὴν δέησίν μου. τὸ δὲ οὐκ εἰσακούσῃ μου πολλὴν ἔμφασιν τῆς εἰς θεὸν ἀγάπης ἔχει· ὡς γὰρ ἀκούεσθαι πιστεύων οὕτως ἔφη. 30, ἔστησαν καὶ κατενόησάν με. ἢ χλευάζοντες ἢ καὶ τὸ τῆς συμφορᾶς θαυμάζοντες μέγεθος. 30, 2122 ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. ἴσασιν οἱ ἅγιοι τὸ μέγα τοῦ θεοῦ ἔλεος, διὸ καὶ ἔλεγεν ὁ ∆αυίδ· ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου· πρὸς τοῦτο τὸ ἄφατον ἔλεος τοῦ θεοῦ ἀποβλέπων λέγει· ἐπέβης δέ μοι ἀνελεημόνως. εἰ γὰρ ἐτύγχανον τοῦ μεγάλου σου ἐλέους, οὐκ ἂν ἐν ταῖς παρούσαις ὀδύναις ἐξηταζόμην. αἰτοῦντός εἰσι τοιγαροῦν καὶ ἀξιοῦντος ἐλέους τυχεῖν τὰ ῥήματα. 256 30, 2324 οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. εἰ γὰρ ὤφελον δυναίμην ἐμαυτὸν διαχειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. οἶδα, φησίν, θνητὸς γεγονὼς καὶ πάντως τελευτήσειν μέλλων, ὥστε ἡδέως συντομώτερον τῶν συμφορῶν ἀπηλλαττόμην ἢ αὐθεντήσαι ἐμαυτὸν δίχα ἁμαρτίας καθιστάμενος ἢ ἕτερον ἱκετεύων ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμήν. ἆρα οὖν ὡς κάλλιστον ἡμᾶς διδάσκει δόγμα τὸ μὴ χρῆναι ἑαυτὸν ἐξαγαγεῖν τοῦ σώματος; καίτοιγε ἠδύνατο, ὅπουγε καὶ ἡ γυνὴ κατέσπευδεν αὐτῷ τὸν θάνατον· ἀλλ' οὐκ ἠδύνατο δίκαιος ὢν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. 30, 25 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἄνδρα ἰδὼν ἐν ἀνάγκαις. πάλιν τὴν ἑαυτοῦ πολιτείαν ἐξηγεῖται. ... οὕτως οἰκονομήσαντος τοῦ θεοῦ διὰ τὴν ἐμὴν ὠφέλειαν. 30, 26 ἐγὼ δὲ ἐπέσχον ἀγαθοῖς. τοῦτο λέγει ὅτι· ἐπεῖχον καὶ προσεδόκων ἀγαθὰ ὑπὸ θεοῦ σκεπόμενος· διὸ καὶ ἐπάγει· 30, 26 ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. τοὐναντίον μοι τὰ τῶν ἐλπίδων ἐξέβη. 30, 27 ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται. αἰτίαν λέγει τοῦ τὰς συμφορὰς ἐκτραγῳδεῖν καὶ τὰ οἰκεῖα καταλέγειν ἀνδραγαθήματα. ἔχω γάρ, φησίν, καιρὸν τοῦ λέγειν τῷ πεπλη 257 ρῶσθαί μου τὴν ψυχὴν τῶν κακῶν. ἐκζέσαι γάρ ἐστι τὸ ὑπὸ πυρὸς ἐκβράζειν καὶ ἀναβλύζειν τὸ ἐν τοῖς χαλκείοις ὕδωρ, κοιλία δὲ ἡ ψυχὴ διὰ τὸ ἀόρατον καὶ ἀπόκρυφον ἢ τοῦ λόγου χωρητικὸν καὶ ἀναδοτικόν. 30, 2728 προέφθασάν με ἡμέραι