1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

81

βαρβάρων τὰ φῦλα τὴν εὐαγγελικὴν νομοθεσίαν ἀσπάσασθαι. 9.7 Καὶ Μίνως μέν, ὃς αὐχεῖ κατὰ τὸν μῦθον πατέρα τὸν ∆ία, καὶ παρὰ τὸ ἐκείνου γε ἄντρον, ὡς μυθολογοῦσι, φοιτήσας τὰς τῶν νόμων ἔλαβεν ἀφορμάς, Κρητῶν μὲν νομοθέτης ἐγένετο, οὐκ ἔπεισε δὲ οὔτε Σικελιώτας οὔτε Καρχηδονίους οὔτε μὴν τοὺς Ἕλληνας κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους, ἀλλὰ μόνην τὴν νῆσον ἐκείνην, ἧς ἐβασίλευε, στέρξαι τοὺς νόμους ἠνάγκασε, καὶ οὐδὲ τούτους τὸν ἀεὶ χρόνον· ἐπειδὴ γὰρ Ῥωμαῖοι τῆς οἰκου μένης ἐκράτησαν, κατὰ τοὺς τούτων καὶ οὗτοι πολιτεύονται 9.8 νόμους. Πάλιν τὸν Χαρώνδαν πρῶτον Ἰταλίας καὶ Σικελίας νομοθέτην γεγενῆσθαί φασιν· ἀλλ' οὐδὲ οὗτος Τυρρηνοὺς ἔπεισεν ἢ Κελτοὺς ἢ Ἴβηρας ἢ Κελτίβηρας, καὶ ταῦτα ὁμόρους γε ὄντας καὶ ἀγχιτέρμονας, τοὺς ὑπ' αὐτοῦ τεθέντας καταδέξασθαι νόμους. Καὶ τί λέγω τοὺς ὁμόρους; οὐδὲ γὰρ οἱ τηνικάδε τού τους θαυμάσαντες καὶ στέρξαντες κατὰ τούτους νῦν βιοτεύουσι· τὸν γάρ τοι τῶν Ῥωμαϊκῶν νόμων ὑπῆλθον καὶ οὗτοι ζυγόν. 9.9 Ζάλευκος δὲ Λοκροῖς τέθεικε νόμους, παρά γε τῆς Ἀθηνᾶς τὴν τούτων ἐπιστήμην δεξάμενος, ᾗ φασιν οἱ τοὺς μύθους διαπλάττειν φιλοῦντες· ἀλλ' οὔτε Ἀκαρνᾶνες οὔτε Φωκεῖς οὔτε μὴν οἱ ἄλλοι Λοκροὶ τῆς τούτου νομοθεσίας ἠνέσχοντο, καὶ ταῦτα οὐ μακρὰν 9.10 οἰκοῦντες, ἀλλ' ἀστυγείτονες ὄντες. Τὸν δὲ Λυκοῦργον λέγου σιν οἱ σεμνολογεῖν τοὺς τοῦδε νόμους σπουδάζοντες εἰς ∆ελφοὺς μὲν ἀφικέσθαι παρὰ τὸν Πύθιον, ἐμπνευσθῆναι δὲ παρ' ἐκείνου καὶ θεῖναι Λακεδαιμονίοις τοὺς νόμους. Λέγουσι δὲ καὶ τὸν χρησμόν, ὃν τοῦδε πέρι ὁ Πύθιος ἔχρησεν· ἔστι δὲ οὗτος· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν; δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. Ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω. 9.11 Τοιοῦτος μὲν δὴ οὗτος καὶ ὁ περὶ τούτου χρησμός. Ἀλλ' οὔτε τὸ πολὺ τοῦ νομοθέτου κλέος οὔτε τῆς Σπάρτης ἡ περι φάνεια οὔτε ὁ τοῦ Πυθίου χρησμὸς ἠνάγκασεν Ἀργείους ἢ Τεγεάτας ἢ Μαντινεῖς ἢ Κορινθίους, μάλα πλησίον οἰκοῦντας, τὴν Λακεδαιμονίων καταδέξασθαι πολιτείαν. Καὶ τί λέγω τοὺς ἄλλους; Φλιάσιοι γὰρ πόλισμα μὲν οἰκοῦσι σμικρόν, ἀεὶ δὲ τὴν Λακεδαιμονίων ἡγεμονίαν ἠγάπησαν καὶ τούτων ἦσαν ὑπόσπον δοι, ἀλλ' ἤγοντο μὲν ὑπ' ἐκείνων καὶ ξυνεπολέμουν ἀεί, τοῖς δὲ 9.12 ἐκείνων οὐκ ἐχρήσαντο νόμοις. Καὶ ἵνα τοὺς ἄλλους νομοθέτας παρῶ, Ἄπιν τὸν Ἀργείων καὶ Μνήσωνα τὸν Φωκέων καὶ τὸν Κυρηναίων ∆ημώνακτα καὶ Παγώνδην τὸν Ἀχαιῶν καὶ τὸν Κνιδίων Ἀρχίαν καὶ Εὔδοξον τὸν Μιλησίων καὶ Φιλόλαον τὸν Θηβαίων καὶ Πιττακὸν τὸν Μιτυληναίων καὶ Νέστορα τὸν Πυ λίων, οὗ τοὺς λόγους μέλιτος γλυκυτέρους ἐκάλεσεν Ὅμηρος, ἵνα τούτους καὶ τοὺς τῶν ἄλλων ἐθνῶν νομοθέτας παρῶ, Σόλων ὁ πολυθρύλητος καὶ ∆ράκων καὶ Κλεισθένης νομοθέται Ἀθηναίων ἐγένοντο. Ἀλλ' οὔτε Μεγαρέας οὔτε Εὐβοέας οὔτε Θηβαίους, ὁμόρους γε ὄντας καὶ ἄγαν πλησιοχώρους, τοῖς τοῦ Σόλωνος ἢ τοῦ ∆ράκοντος ἢ τοῦ Κλεισθένους ὑπακοῦσαι νόμοις ἔπεισαν Ἀθηναῖοι. Καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τούτοις ἐρρῶσθαι 9.13 φράσαντες, καὶ μέντοι καὶ Λακεδαιμόνιοι καὶ Λοκροὶ καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι δὲ Ἕλληνες κατὰ τοὺς Ῥωμαίων πολιτεύονται νόμους. Καὶ Ῥωμαῖοι δὲ τοὺς παρ' Ἕλλησι καὶ βαρβάροις ξυναθροίσαντες νόμους καὶ τοὺς ἄριστα κεῖσθαι δόξαντας παρ' ἑκάστου νομοθέτου λαβόντες, ὅσαπερ ἔθνη τὸν τούτων ὑπεισῆλθε ζυγόν, δουλεύειν τοῖσδε τοῖς νόμοις ἠνάγκασαν, τοὺς δὲ παρ' αὐτῶν οὐ βουληθέντας ἰθύνεσθαι οὔτε ἔπεισαν οὔτε ἠνάγκασαν τὴν 9.14 σφῶν πολιτείαν ἀσπάσασθαι. Πολλοὶ δὲ καὶ τὸν τῆς δουλείας δεξάμενοι χαλινόν, βιοτεύειν κατὰ τοὺς τούτων οὐκ ἀνέχονται νόμους. Οὔτε γὰρ Αἰθίοπες οἱ Θηβῶν τῶν Αἰγυπτίων ὁμοτέρ μονες οὔτε τὰ πάμπολλα φῦλα τοῦ Ἰσμαήλ, οὐ Λαζοί, οὐ Σάννοι, οὐκ Ἀβασγοί, οὐχ οἱ ἄλλοι βάρβαροι, ὅσοι τὴν Ῥωμαίων ἀσπάζονται δεσποτείαν, κατὰ τοὺς Ῥωμαίων νόμους τὰ πρὸς ἀλλήλους ποιοῦνται ξυμβόλαια. 9.15 Οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ οἱ τελῶναι καὶ ὁ σκυτοτόμος