81
νυμφίῳ συναφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια, αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται. Ὥστε, ἀδελφαὶ σταυροφόροι, μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι' ἀμελείας καὶ φθορᾶς σαρκός, παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία, ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί, οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν, ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων), ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα, ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν, εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 63 {1Ἀβολίῳ καὶ Ἰωάννῃ μονάζουσιν}1 Προσηγορίαν ὑμῶν τῶν ἁγίων κομισάμενος παρὰ Ἠσαΐου τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ πνευματικοῦ πατρὸς οὐ μόνον ἐξεδιδάχθην, τίς ἡ ὁσία καὶ πατρικὴ ὑμῶν δυάς, ἀλλὰ γὰρ καὶ προετράπην χαράξαι ὑμῖν τήνδε τὴν οἰκτρὰν συλλαβήν. ἡμεῖς δὲ ταπεινοὶ μὲν καὶ ἁμαρτωλοί, ὅμως φιλοῦντες ὑμᾶς ἀνάψαι εἰς ἀγάπην, ἧς οὐδὲν προτιμότερον, ἄλλως τε καὶ ὑπακοὴν πληροῦντες, ἐπεδώκαμεν ἑαυτοὺς τῷ γράμματι. καὶ δὴ εὐχαριστοῦμεν τῷ θεῷ ὅτι καὶ ὑμεῖς ἐν τῷ σεισμῷ τῆς εἰκονομαχικῆς αἱρέσεως ἄσειστοι διεμείνατε, ἅγιοι πατέρες, μὴ ἁλόντες τῇ κατ' αὐτὴν ψυχοφθόρῳ κοινωνίᾳ, ἀλλὰ τῇ φυγῇ τὸν τοῦ διωγμοῦ θεομακάριστον στέφανον κομισάμενοι, ἄξιον ὄντως τῆς. ἀρετῆς καὶ κατάδηλον τῶν προδιηνυσμένων ὑμῖν ἀσκητικῶν ἀγώνων· διότι ἐκ τῶν ἤδη φθασάντων ἀπόδειξιν ἐκφέρει πᾶς τις τοῦ προτέρου βίου. εὖ τε καὶ ὡς ἑτέρως ἔχει· οἱ τὴν ὁσιότητα ἀμπεχόμενοι ἐνεδύσασθε καὶ τὴν ὁμολογίαν Χριστοῦ, ἀμφικαλλεῖς γενόμενοι. ὁμολογία γὰρ Χριστοῦ, πατέρες, ἡ τῆς ἁγίας αὐτοῦ εἰκόνος ὑπερμάχησις, ὡς καὶ ἔμπαλιν ἀθετῶν ἐστι Χριστὸν ὁ ταύτην ἐξαρνούμενος· διότι, φησὶν ὁ Μέγας Βασίλειος, ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καὶ ἐν ἑκατέρῳ ἑκάτερον καὶ ὁρώμενόν ἐστι καὶ προσκυνούμενον, κἂν Λέων ὁ θηριώνυμος καὶ τοῦ σατανᾶ ὑπηρέτης ζήλῳ τῆς τοῦ πάλαι Κωνσταντίνου δυσσεβείας μανεὶς ἐμάνη κατὰ Χριστοῦ, τῆς τε ἁγίας μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου· οὗ τὸ μνημόσυνον ὄλοιτο μετ' ἤχους ἀναθέματος αἰωνίου. ὑμεῖς δὲ φυλαχθείητε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ στῦλοι καὶ ἑδραιώματα, ἡμῖν τε τοῖς ταπεινοῖς πρὸς θεὸν τὸν ἀγαθὸν προασπισταί τε καὶ παρακλή τορες, ὡς ἂν τὴν πίστιν ἐνεργουμένην δι' ἀγάπης ἔχοντες σωθείημεν ἀπὸ τοῦ πονηροῦ. Ἐπειδὴ δὲ ἐπεστείλαμεν, τὸ τῆς ἀγάπης ἔργον πληροῦντες, καὶ ἀντιδεξοίμεθα λόγον ἐγγράμματον, ἵνα μᾶλλον καὶ γνωρίσωμεν ἀλλήλους καὶ ὡς ὁρῶντες ὁρώμενοι τῇ γραμματικῇ προσφωνήσει διαμενοῦμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· οὗ ἡ ἄχραντος εἰκὼν σωτηρία κόσμου, τῆς εἰδωλικῆς πλάνης ἀντίθετος. 64 {1Τῇ περὶ τὸν πνευματικὸν υἱὸν Γρηγόριον ἀδελφότητι}1 Ἀδελφοὶ καὶ πατέρες, παρακληθεὶς ὑπὸ τοῦ πατρὸς ὑμῶν ὡς πατὴρ κἀκείνου καὶ ὑμῶν δι' ἐκείνου λαλῆσαι ὑμῖν τὰ πρὸς σωτηρίαν, καὶ ἐπείσθην εἰκότως καὶ φθέγγομαι ὁ ταπεινός, ἔνθεν ἑλών. ἡ σωτηρία ἡμῶν, τέκνα ἀγαπητά, πιστεύειν ὀρθῶς εἰς τὴν Ἁγίαν Τριάδα καὶ ἔργα ἔχειν μαρτυρούμενα ὑπὸ τῶν ἁγίων ἐντολῶν τοῦ θεοῦ. ἐν γὰρ Χριστῷ Ἰησοῦ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη· καὶ ὁ μὲν τῆς πίστεως λόγος εἰς τὸ τῆς ὀρθοδοξίας δόγμα, ὁ δὲ τῆς ἀγάπης εἰς τὸ τῆς εὐπραξίας θεώρημα ἀναφέρεται. Πιστεύομεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἅπερ ἐστὶ τρία πρόσωπα, μία φύσις, μία δύναμις, μία ἀρχικὴ τῶν ἁπάντων βασιλεία, ἐν ἑνὶ ὡς φύσει καὶ θελήσει καὶ ἐνεργείᾳ προσκυνουμένη κράτει καὶ κλέει. πιστεύομεν ὡς ὁ εἷς τῆς Ἁγίας Τριάδος, ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ πατρός, δι' ἄκραν ἀγαθότητα κενώσας ἑαυτόν, μορφὴν