81
ὑπονοήσας, ὅτι δόλῳ ἦλθον πρὸς αὐτόν. ὅσοι δὲ ἠδυνήθησαν φυγεῖν, ἀνέζευξαν εἰς τὰ ἴδια. Εὐφράσιος δὲ ὁ Ἀντιοχείας τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλε τῶν διπτύχων καὶ τὸ ὄνομα Ὁρμίσδα τοῦ πάπα Ῥώμης. μετὰ δὲ ταῦτα φοβηθεὶς τὰς τέσσαρας συνόδους ἐκήρυττεν. Καβάδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῶν Ῥωμαίων βασιλέα ἐπίτροπον τοῦ ἑαυτοῦ οἴκου καταλιπεῖν ἠθέλησεν· οὐ γὰρ ἠβούλετο τὸν πρεσβύτερον αὐτοῦ υἱόν, ὃν καὶ ὁ νόμος Περσῶν ἐκάλει τοῦ ἄρξαι, οὐδὲ τὸν δεύτερον, διότι τὸν ὀφθαλμὸν ἐκκέκοπτο, Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεννήθη, ὑπερηγάπα 168 ὁ πατήρ. ἔδοξεν οὖν αὐτῷ εἰς Ῥωμαίους εἰρηνεῦσαι, καὶ Χοσρόην εἰσποιητὸν παῖδα τοῦ βασιλέως γενέσθαι· ἐπὶ τούτῳ πρέσβεις εἰς Βυζάντιον πρὸς Ἰουστῖνον ἔπεμψεν. ὁ δὲ βασιλεὺς τὴν σύγκλητον εἰς βουλὴν καλέσας οὐ κατεδέξατο τοῦτο γενέσθαι, δόλον καὶ προδοσίαν Ῥωμαίων τοῦτο καλοῦντες, Πρόκλου κυαίστορος, ἀνδρὸς συνετοῦ καὶ ἀγχίνου, τοῦτο καλῶς βουλευσαμένου. δʹ. κζʹ. θʹ. βʹ. ιαʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας τὸ ∆οράχιον, πόλις τῆς νέας Ἠπείρου τοῦ Ἰλλυρικοῦ. ὁ δὲ βασιλεὺς πολλὰ χρήματα παρέσχεν εἰς ἀνανέωσιν τῆς πόλεως· ὁμοίως δὲ καὶ ἡ Κόρινθος, μητρόπολις τῆς Ἑλλάδος, καὶ ταύτην μεγάλως ἐφιλοτιμήσατο. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. κηʹ. ιʹ. γʹ. ιβʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Τζάθιος, ὁ τῶν Λαζῶν βασιλεύς, ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας, Καβάδου βασιλεύοντος καὶ φιλοῦντος τὸν Τζάθιον, ὡς καὶ αὐτοῦ προβαλλομένου αὐτὸν βασιλέα τῶν Λαζῶν, ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον καὶ παρεκάλεσε τὸν βασιλέα γενέσθαι αὐτὸν Χριστιανὸν καὶ ὑπ' αὐτοῦ ἀναγορευθῆναι βασιλέα τῶν Λαζῶν. ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς αὐτὸν δεξάμενος ἐφώτισεν αὐτὸν καὶ υἱὸν αὐτὸν ἀνηγόρευσεν. ἔγημε δὲ καὶ γυναῖκα Ῥωμαίαν, τὴν ἐγγόνην Νόμου τοῦ πατρικίου καὶ ἀποκουροπαλάτου, Οὐαλεριανήν τινα, καὶ εἰς τὴν ἰδίαν χώραν ἔλαβεν, προχειρισθεὶς παρὰ Ἰουστίνου βασιλεὺς τῶν Λαζῶν, φορέσας στέφανον καὶ χλανίδα βασιλικὴν ἄσπρην ἔχουσαν ταβλὶν χρυσοῦν, ἐν ᾧ ἐκ κεντητοῦ ἐνεκεχάρακτο ἡ εἰκὼν τοῦ βασιλέως Ἰουστίνου, καὶ στιχάριν ἄσπρον ἔχον πλουμία χρυσᾶ καὶ εἰκόνα τοῦ βασιλέως· τὰ γὰρ τζαγγία αὐτοῦ ῥούσια ἦσαν ἔχοντα μαργαρίτας Περσικῷ σχήματι· ὁμοίως καὶ ἡ 169 ζώνη αὐτοῦ ἦν χρυσῆ διὰ μαργαριτῶν. ἔλαβε δὲ παρὰ τοῦ βασιλέως δῶρα πολλά, καὶ μετὰ χαρᾶς ἀπῆλθεν εἰς τὰ ἴδια. γνοὺς δὲ τοῦτο Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι "φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν Περσῶν ὄντας ἀπ' αἰῶνος προσελάβου." ὁ δὲ βασιλεὺς ἀντεδήλου αὐτῷ· "ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὔτε προσελαβόμεθα, οὔτε προετρεψάμεθα· ἀλλ' ἐλθόντος Τζαθίου εἰς τὰ ἡμέτερα βασίλεια, ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι μυσαροῦ καὶ ἑλληνικοῦ δόγματος καὶ ἀσεβῶν θυσιῶν καὶ πλάνης δαιμόνων καὶ προσελθεῖν τῷ δημιουργῷ τῶν ὅλων θεῷ καὶ γενέσθαι Χριστιανός. τοῦτον ἡμεῖς βαπτίσαντες εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν." ἔκτοτε λοιπὸν ἐγένετο ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθησαν ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεςβαᾶ, τοῦ βασιλέως τῶν Αἰθιόπων, πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ϛʹ. κθʹ. αʹ. δʹ. ιγʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει Θευδέριχος κρατῶν τῆς Ῥώμης ἀρειανοφρονῶν ἐβιάσατο τὸν πάπαν Ἰωάννην ἀνελθεῖν εἰς τὸ Βυζάντιον πρὸς τὸν βασιλέα Ἰουστῖνον καὶ πρεσβεῦσαι ὑπὲρ Ἀρειανῶν, ὥστε μὴ ἀναγκάζειν αὐτοὺς ἐξίστασθαι τῆς αἱρέσεως αὐτῶν· ἐπεὶ καὶ Θευδέριχος εἰς τοὺς κατὰ τὴν Ἰταλίαν ὀρθοδόξους τοῦτο ποιεῖν ἠπείλει. ὁ δὲ Ἰωάννης ἐλθὼν ἐν Βυζαντίῳ καὶ προτραπεὶς ὑπὸ Ἐπιφανίου τοῦ πατριάρχου οὐ κατεδέξατο, ἕως προεκάθισε τοῦ Ἐπιφανίου ὁ Ῥώμης. ὁ δὲ Ἰωάννης πᾶσι μὲν τοῖς ἐπισκόποις ἐκοινώνησεν, Τιμοθέῳ δὲ τῷ Ἀλεξανδρείας οὐκ