1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

82

ἐνυάλιον. 2 ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες ὅμως ἀνεγρόμενοι ἐπ' ἀλλήλους φοιτᾶν ἵεντο καὶ ξυναθροί ζεσθαι, ἄλλος ἄλλοθεν διεκπηδῶντες. 3 ἀλλ' οἱ Ῥωμαῖοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιού μενοι πλεῖστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε ξυνέρρει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ' ὠμότατα καὶ αὐταὶ κτεινόμεναι ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. 4 μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα οἰκτρότατα ἐτεθνήκει, τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασιν. τὰ δὲ (ξύλοις γὰρ καὶ φορυτῷ ἐτύγχανον ἐσκευασμένα) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτο μεγέθους ἐξήρθη, ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς ἔτι πορρωτέρω τὰ ποιούμενα διαγγέλλειν. 5 τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἴκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθ μυριζόμενοί τε καὶ τὰς τεκούσας ἀναβοῶντες ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν κατὰ τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες διεσπάραττον· ἔνιοι δὲ ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνερρίπτοντο καὶ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες ἐν τῷ μετεώρῳ διεπερονῶντο. 6 καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ 147 τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέφη καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται.

20. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοῖς τοιοῖσδε κακοῖς διανυσθείσης ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι, τότε δὴ ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι τοῦ φρουρίου ἐκβάντες ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. 2 οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες καὶ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις δια κεχαραγμένοι τὰ σκέλη. 3 καὶ ἐπ' ἐκεῖνον μὲν αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καὶ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορ κίαν. 4 οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα καὶ ἐπιέζοντο, πλὴν ἀλλ' οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες ἐπ' ἐκεῖνα δὴ τὰ τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι, Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνήρ, ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ καὶ πλήττει καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἐξετινάχθη ὁ σπαλίων καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου ἀνεκα λύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. 5 καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι κατακοντίζοντες ἔκτειναν, εἷς δέ γε ἀποδράσας ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον τοξευθεὶς