1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

82

ἀποδοκιμάζεται βασιλείας. πάλιν τε ὑποβάλλει ὑμῖν ὁ δεινὸς ὄφις ὑπό- ληψιν τοῦτο νοεῖν καὶ λέγειν τοῦτο αὐτό, ὃ σχεδὸν οἱ πλεῖστοι ὑμῶν λέγουσιν· Ἴσμεν καὶ ἡμεῖς ὅτι εἷς ἐστιν ὁ πάντων κύριος, ἀλλὰ καὶ οὗτοι θεοί εἰσιν. ὅνπερ γὰρ τρόπον εἷς ἐστιν ὁ Καῖσαρ, ἔχει δὲ ὑπ' αὐτὸν τοὺς διοικητάς (ὑπατικούς, ἐπάρχους, χιλιάρχους, ἑκατοντάρχους, δεκαδάρχους), τὸν αὐτὸν τρόπον ἑνὸς ὄντος τοῦ μεγάλου θεοῦ ὥσπερ Καίσαρος καὶ αὐτοὶ κατὰ τὸν τῶν ὑποκειμένων ἐξουσιῶν λόγον θεοί εἰσιν, ὑποκείμενοι μὲν ἐκείνῳ, διοικοῦντες δὲ ἡμᾶς. ἀκούσατε οὖν οἱ ταύτην τὴν ὑπόνοιαν ὡς δεινῷ ὑπαλειφθέντες ἰῷ ὑπ' αὐτοῦ (λέγω δὲ τοῦ παραδείγματος τὴν κακὴν ὑπόνοιαν), ὅπως εἰδῆτε τί καλὸν καὶ τί πονη- ρόν· οὔπω γὰρ ἀνεβλέψατε, ὅτι οὐδὲ τοῖς προβαλλομένοις ὑφ' ὑμῶν ἐνορᾶτε. εἰ γάρ φατε ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας (τοὺς λεγομένους θεούς), οὐδὲ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτ' εἰδέναι ὅτι ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι (λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί), ὅτι ὁ διδοὺς οὐ ζήσεται καὶ ὁ λαμ- βάνων ἀναιρεθήσεται, οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τὸ θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν· ἐπεὶ ὁ πειραθεὶς εἴτε λαβεῖν εἴτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἀπ' ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὄνομα πάσῃ εἰ ἠδυνήθητε ὑπεβάλετε ὕβρει· οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα θεός, ἀλλ' ὑμεῖς τέως παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε. αὐτίκα γοῦν τῶν Aἰγυπτίων [ὑμῶν] οἱ ἀρχη- γέται, οἱ περὶ μετεωρολογίας αὐχοῦντες καὶ τῶν ἄστρων τὰς φύσεις δια- κρίνειν ἐπαγγελλόμενοι, ὑπὸ κακῆς αὐτοῖς ἐνδομυχούσης ὑπονοίας πάσῃ αὐτὸ ἀτιμίᾳ ὅσον τὸ κατ' αὐτοὺς ὑπέβαλαν. οἱ μὲν γὰρ αὐτῶν παρέδοσαν βοῦν τὸν λεγόμενον Ἄπιν σέβειν, οἱ δὲ τράγον, οἱ δὲ αἴλουρον, οἱ δὲ ὄφιν, ἀλλὰ καὶ ἰχθὺν καὶ κρόμμυα καὶ γαστρῶν πνεύματα καὶ ὀχετοὺς καὶ ἀλόγων ζσων μέλη <σὺν> καὶ ἄλλοις μυρίοις πάνυ αἰσχροῖς ἀτοπήμασιν. Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐγέλασεν ὁ παρεστηκὼς ὄχλος. καὶ ὁ Πέτρος ἔφη πρὸς τὸν γέλωτα· Γελᾶτε ὑμεῖς τὰ ἐκείνων, οὐκ εἰδότες πολλῷ μᾶλλον ὑπ' ἐκείνων γελώμενοι. πλὴν τὰ ἀλλήλων γελᾶτε· τὰ γὰρ ἴδια ὑπὸ συνηθείας κακῆς εἰς ἀπάτην ἀχθέντες οὐ βλέπετε. ὅτι δὲ ὄντως ὀρθῶς καταγελᾶτε τῶν Aἰγυπτίων, σύνφημι, ἐπεὶ ἄλογα ζῷα λογικοὶ ὄντες προσκυ- νοῦσιν, τὰ πάντως θνῄσκοντα. πῶς δὲ κἀκεῖνοι ὑμῶν καταγελῶντες λέγουσιν, ἀκούσατε· ἡμεῖς (φησίν) εἰ καὶ θνῄσκοντα προσκυνοῦμεν, ἀλλά γε κἂν ζήσαντά ποτε, ὑμεῖς δὲ τὰ μηδέποτε ζήσαντα σέβεσθε. πρὸς τούτοις φασίν· Τοῦ ἑνὸς θεοῦ τιμᾶν θέλοντες τὴν μορφὴν καὶ μὴ εὑρόντες ποία ἐστίν, πᾶσαν μορφὴν προτιμᾶν εἱλόμεθα. καὶ ὁμῶς τοιαῦτά τινα λέγοντες ὀρθότερον ὑμῶν οἴονται φρονεῖν. διὸ καὶ ὑμεῖς ἀποκρίνασθε πρὸς αὐτούς· Ψεύδεσθε· οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως θεὸν αὐτὰ σέβεσθε· πᾶσαν γὰρ ἂν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε. οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοή-