1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

82

τούτων ἑκάστη ὀφείλει ἐπιτελεῖσθαι. ιδ. Περὶ τοῦ πάθους τοῦ Κυρίου καὶ τί ἐν ἑκάστῃ ἡμέρᾳ ἐπράχθη τῶν ἐν τῷ πάθει. Περὶ Ἰούδα τοῦ προδότου. Ὅτι οὐ συμπαρῆν Ἰούδας ἐν τῷ τὸν Κύριον παραδιδόναι τοῖς μαθηταῖς τὰ μυστήρια. Τὰ περὶ τὸν σωτῆρα προελθόντα ἐν οἴκῳ Καιάφα καὶ Ἄννα καὶ Πιλάτου. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ παθημάτων ἐκ γραφικῶν μαρ τυριῶν. ιε-ις. Ἀπαρίθμησις προφητικῶν προρρήσεων τὸν Χριστὸν κηρυττόν των, ὧν Ἰουδαῖοι τὴν ἔκβασιν θεασάμενοι ἐκ κακονοίας ἠπίστησαν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ καὶ σταυρῷ κατέκριναν τὸν τῆς δόξης Κύριον. ιζ. Ὅπως ὀφείλει γίνεσθαι τὸ πάσχα καὶ πότε, καὶ ὅτι οὐ δεῖ μετὰ Ἰουδαίων ἑορτάζειν. ιη. ∆ιάταξις περὶ τῆς μεγάλης τοῦ πάσχα ἑβδομάδος. ιθ. Περὶ τῆς παννυχίδος τοῦ μεγάλου σαββάτου καὶ περὶ τῆς ἀναστα σίμου ἡμέρας. κ. Πρόρρησις προφητείας περὶ τοῦ Κυρίου, ἣν Ἰουδαῖοι ἀναγινώ σκουσι τῇ δεκάτῃ τοῦ σεπτεμβρίου ἤτοι γορπιαίου. Eἴ τις χριστιανὸς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν Θεὸν πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον, μὴ παρίδητε αὐτόν, ἀλλ' ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε αὐτῷ εἰς διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα ἐλαφρυνθῇ καὶ ἐπιμελείας τύχῃ, ἵν' ὅσον τὸ ἐφ' ὑμῖν μὴ θλίβηται ὁ μακάριος ἀδελφὸς ὑμῶν. Ὁ γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς τοῦ Κυρίου, υἱὸς τοῦ Ὑψίστου, δοχεῖον τοῦ ἁγίου Πνεύματος, δι' οὗ καὶ τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι τοῦ ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς κοινωνίας τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς υἱοθεσίαν. Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονή σατε τοῖς ἁγίοις· εἰ δὲ οὐκ ἔχει τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς ὁσίοις· εἰ δέ τις ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν τῆς δυνάμεως αὐτοῦ διακονείτω αὐτοῖς. Eἰ δὲ καὶ οἷός τέ ἐστιν ἅπαντα τὸν βίον ἑαυτοῦ ἀποδόμενος ·ύσασθαι αὐτοὺς ἐκ