Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μὸν δέ φησιν ἡ θεόπνευστος Γραφὴ τὴν παρά τινων χλευασίαν, ἤτοι τὸν γέλωτα τὸν παρ' ἐχθρῶν. Εἰσὶ γὰρ, εἰσί τινες τῶν ἐν ἡμῖν σκαιοί τε καὶ φιλοσκώμ μονες, φιλεγκλήμονές τε καὶ δεινοί· καὶ τῶν μὲν ἰδίων πλημμελημάτων οὐδ' ὅσον εἰπεῖν τίθενταί τινα λόγον, ἐπιτωθάζουσι δὲ τοῖς ἄλλοις, εἰ δήπου συμ βαίνοι παρολισθεῖν καὶ ὑπενεχθῆναι. ∆ιὰ τοῦτο ταῖς τῶν ἀθυροστομεῖν εἰωθότων συκοφαντίαις ἤγουν λοιδορίαις τῶν τοιούτων ἐμπαιγμῶν ἐμπεπλῆσθαί φησιν τὴν ἑαυτοῦ ψυχὴν, κατηγορούντων πάντως που τῶν ὠνομασμένων. Καὶ τοῦτο, φησὶν, οὐκ οὔσης ἰάσεως ἐν τῇ ἐμῇ σαρκὶ, τουτέστιν ἀγρίως οὕτω δε δαμασμένης ὑπό γε τῶν τῆς ἀσκήσεως πόνων, ὡς πέρα γενέσθαι λαβεῖν τὴν ἴασιν. 69.961 Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. (A f. 208 b) Κακοῦσθαί φησιν ὠρύεσθαί τε ἀπὸ στεναγμοῦ τῆς ἑαυτοῦ καρδίας. Μαστίζον γὰρ τὸ συνειδὸς τὴν καρδίαν στεναγμοὺς ἀφιέναι ποιεῖ. Ὁ γὰρ ἁλοὺς ὅλως ἐπὶ πταίσματι, καὶ ὑπὸ τοῦ συνει δότος κατηγορούμενος, συνεὶς δὲ ὅτι προσκέκρουκε τῷ Θεῷ, οὐ ῥᾳθυμεῖν ὀφείλει, λύπῃ δὲ μᾶλλον μονον ουχὶ καταμεθύουσαν ἔχειν τὴν διάνοιαν, καὶ τὴν καρδίαν κεκακωμένην ὡς ἀπό γε πικρᾶς ὀδύνης, ὥστε καὶ ὠρύεσθαι δοκεῖν ἀνιεμένων ἐκ βάθους τῶν στεναγμῶν, καὶ ἐκ τῶν κατωτάτω τῆς καρδίας μυ χῶν βαρείας καὶ ἀλαλήτου πεμπομένης ἠχῆς. Οὐ γὰρ ἵνα, φησὶ, τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὸ ὄμμα μύων σοι μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπεδείκνυον, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἧν πρὸς τὴν ἐξομολόγησιν, ἀλλ' ἤρκουν πρὸς ταύτην οἱ τῆς καρδίας στεναγμοὶ, καὶ οἱ ἀπὸ βάθους τῆς ψυχῆς πρὸς τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. (A f. 209) Ἡδοναὶ μὲν γὰρ αἱ πρὸς τὰ τῆς φαυ λότητος ἔργα τὴν τοῦ ἀνθρώπου διάνοιαν καταφέ ρουσαι, ἐξ ὀφθαλμῶν εἰσι τοῦ πανάγνου Θεοῦ· οὐ γὰρ ἂν ἐπισκέψαιτο τὸ ἀπηχθημένον αὐτῷ. Ἐπιθυ μία δὲ πᾶσα καλοῦσα πρὸς ἀρετὴν ἐφορᾶται παρ' αὐτοῦ. Ἀναθετέον δὴ οὖν τῷ Θεῷ αὐτὴν, οἱονεί πως ἁπάσης ἡμῶν ἐπιθυμίας τὴν πηγὴν, ὥστε ὅλον τὸ ἐπιθυμητικὸν προσφέροντας δύνασθαι λέγειν· "Κύ ριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου." Ὁ δὲ ∆α βὶδ καὶ τοιοῦτόν τι λέγει· "Ὁ τῆς ἐμῆς πόθος με τανοίας, στήτω ἐναντίον σου." Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. (A f. 209, B f. 136 b) Προστίθησι δὲ ὁ Ψάλλων ὅτι Οὐκ ἐκρύβη ἀπὸ σοῦ ὁ στεναγμός μου, ἵνα τι τοιοῦτον ἐννοῶμεν καταδηλοῦν αὐτόν· σὲ γὰρ, φησὶ, τὸν παντεπόπτην, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ποιοῦμαι μάρτυρα τῶν ἐμῶν στεναγμῶν. Οὐ γὰρ ἐφ' ἑτέρῳ, φησὶ, πέπρακται παρ' ἐμοῦ, πλὴν ὅτι ἐπὶ μόνῳ τῷ λελυπῆσθαι καὶ κλαίειν, ὅτι τοῖς σοῖς προσ κέκρουκα νόμοις. Ἔθος δὲ τοῖς ἀνατείνουσι λιτὰς τὸ ἀναβράττειν ἐκ βάθους, ὡς ἔφην, τοὺς στεναγμοὺς, Θεοῦ καὶ τοῦτο δόντος ἀνθρώποις εἰς ἄκεσιν καὶ ἀνα κωχὴν τοῦ καταβρίθοντος πόνου. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. (A f. 20 b, B f. 136 b) Ἀπαριθμεῖται πάλιν τὰ συμβαίνειν εἰωθότα τοῖς ἔσθ' ὅτε νενικημένοις ἐκ πικρᾶς ἡδονῆς, καὶ καταληϊζομένης τρόπον τινὰ τὸν νοῦν, καὶ ἐφ' ἃ μὴ προσῆκε κατακομιζούσης αὐτόν. Τίνα γὰρ τρόπον συμβέβηκεν αὐτῷ τὸ παρολισθεῖν, διαδείκνυσιν εὖ μάλα. Θόρυβος γὰρ ἤτοι ταραχὴ τὴν ἐμὴν εἰσέδυ καρδίαν, κατεσκοτίσθη δὲ καὶ ὁ νοῦς· ἕως μὲν γὰρ ἀνάλωτός ἐστι ταῖς εἰς τὸ φαῦλον ἡδο ναῖς, καὶ ἱδρυμένην ἔχει τὴν στάσιν εἰς τὸ βούλε σθαι διὰ πάσης ἐπιεικείας τὴν εὐφυᾶ καὶ ἐξαίρετον διᾴττειν τοῦ βίου τρίβον εὐδίαν ἔχει καὶ γαλήνην 69.64 καὶ πλείστην ὅσην ἐν ἑαυτῷ τὴν ἀταραξίαν· καὶ πρός γε τούτῳ, καθαρὸν αὐτῷ τῆς παρὰ Θεοῦ νή ψεως ἐναστράπτει τὸ φῶς. Ὡς γὰρ ὁ πάνσοφος γρά φει Παῦλος· "Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν." Ἐπὰν δὲ μονονουχὶ καὶ δορύλη πτος ἡ καρδία γένηται, τῆς ἐκτόπου καὶ πονηρᾶς ἡδονῆς ἐπιχεομένης αὐτῇ, ἐμπίπλησι μὲν αὐτὴν θο ρύβων ὁ Σατανᾶς, καὶ λογισμοὺς ἐντίκτει πονηροὺς, καταθολοῖ δὲ, καὶ σκότους τοῦ νοητοῦ