1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

82

ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἤ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ καθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα ... ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς 133 ὁ Χριστὸς τοῦ Θεοῦ ὁ νῦν λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς, τοῦτ' ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ' ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγέλλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ' αὐτοῦ τοῦ παντοκράτορος Κυρίου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ πευστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται, καὶ τὰ λοιπά· δι' ὧν καθ' ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία· ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ' οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἔνθα βασιλεὺς μὲν ἡ θεότης καὶ αὐτὸς 134 ὁ Θεὸς Λόγος ἀνηγόρευται· ὃν δὲ ἀνείληφεν ἄνθρωπον, υἱὸς τοῦ βασιλέως. Τοῦ αὐτοῦ ἀγγέλου. ΛΒʹ. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, ἔν τινι τῶν προφητῶν εἰρημένον. Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ' ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα. Ψ. Ἐκ τοῦ Ἰερεμίου. ΛΓʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λέγοντες, ∆εῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς 135 ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλεκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο δ' ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ' ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα. Ψ. Τοῦ αὐτοῦ. Λ∆ʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν