ἀντὶ τοῦ ὑπὸ τῶν Ἀργείων. (ῃ. 123-5) Ὅτι Ἀντήνωρ μέν, καθὰ προϊστόρηται, φίλος ἦν Ἕλλησιν ὡς πρόξενος, Ἀντίμαχος δὲ διὰ δωροληψίαν ἔχθιστος, ὃς δὴ «μάλιστα χρυσόν», φησίν, «Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα, οὐκ εἴα Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ». καὶ τοῦτο μὲν φορητότερον αὐτὸς λέγει ὁ ποιητής, ὁ δὲ βασιλεύς φησι προϊών, ὅτι ὁ Ἀντίμαχός «ποτε ἐν Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσσῆϊ αὖθι κατακτεῖναι, μηδὲ ἐξέμεν ἂψ ἐς Ἀχαιούς». τοῦ τοιούτου τοίνυν Ἀντιμάχου τοὺς υἱοὺς ὁ βασιλεὺς ἔλαβε σήμερον ἐν ἑνὶ καὶ αὐτοὺς δίφρῳ ἐόντας, καθὰ καὶ τοὺς προσεχῶς εἰρημένους Πριαμίδας. (ῃ. 126-32) «Ὁμοῦ δ' ἔχον», φησίν, ἤγουν ἤλαυνον, «ὠκέας ἵππους. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα. τὼ δέ», ἤγουν οἱ ἵπποι, «κυκηθήτην· ὃ δ' ἐναντίον ὦρτο λέων ὥς, Ἀτρείδης· 3.168 τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην· ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα, πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε» καὶ ἑξῆς, ὡς καὶ ὁ ∆όλων φθάσας ἔφραζε. Καὶ αὐτοὶ μὲν οὕτως ἀγεννῶς κλαίοντες ἔλεγον μειλιχίοις ἐπέεσσιν, ὅπερ οὐδεὶς Ἑλλήνων ποιήσας εὕρηται-τοιοῦτοι γὰρ ὡς τὰ πολλὰ οἱ πλουτοτραφεῖς-, «ἀμείλικτον δ' ὄπ' ἄκουσαν». (ῃ. 138-42) Ἡ δὲ ἦν τοιαύτη· «εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτε» ἐν Τρωσὶν ἄνωγε τὰ πρὸ βραχέων ῥηθέντα, «νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην», ἤγουν τὴν μετὰ αἰκίας ποινήν, ἣν ἐκεῖνον ἔδει παθεῖν. (ῃ. 143-7) Καὶ αὐτίκα «τὸν μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος», ὅπερ πρὸ ὀλίγου «ἐξέβαλεν ἵππων» ἔφη, τὸν δὲ ἕτερον «χαμαὶ ἐξενάριξε χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψας, ὄλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου», ἤγουν ἀφῆκε κυλίεσθαι ἐν μέσῳ οἷα ὄλμον, ὃς λίθος ἐστὶ στρογγύλος κυλινδροειδὴς ἢ σκεῦος κοῖλον ἐκ λίθου ἢ καὶ ξύλου, ἐν ᾧ πτίσσονται κοπτόμενα ὄσπρια ἢ ἕτερά τινα. ᾧ εὐφυῶς εἰκάζει ὁ ποιητὴς τὸ ἀπὸ τραχήλου μέχρις αἰδοίων κύτος τοῦ σώματος δίχα τῶν χειρῶν, ὃ καὶ θώρακά τινες καλοῦσιν, ἕτεροι δὲ κορμὸν ἰδιωτικῶς. Καὶ ὅρα καὶ ἐν τούτοις, ὅπως ἱστορίαν δεξιῶς παρέπλεξε τὴν περὶ ἀγγελίας Μενελάου καὶ Ὀδυσσέως, οὐ τοῦ δεκάτου ἔτους, ἀλλὰ τῆς τοῦ πολέμου ἀρχῆς οὖσαν. καὶ ὡς οὐ μάτην ὁ βασιλεὺς ἔφη τοὺς παῖδας τὴν τοῦ πατρὸς τῖσαι λώβην. τὸν μὲν γὰρ ἕνα οὐκ ἔχει ποινηλατῆσαι ὡς ἅμα βληθέντα καὶ θανόντα, τὸν δὲ λοιπὸν οἰκείως τῷ τοῦ πατρὸς ἀδικήματι κολάζει, κεφαλήν τε ἀποτεμών, ὡς αὐτὴν τὴν τοῦ πατρὸς Ἀντιμάχου τὴν φθεγξαμένην ἐν τῇ Τρωϊκῇ ἀγορᾷ γνώμην κατὰ τῶν πρέσβεων οὐκ ἀγαθήν, καὶ χεῖρας αἷς τὸν χρυσὸν ἔλαβεν ἐκεῖνος. Ἢ συντομώτερον εἰπεῖν κατὰ τοὺς παλαιούς, οἰκεία ἡ κόλασις κατὰ τοῦ λαλήσαντος ἄδικα ἡ τοῦ υἱοῦ κεφαλή, κατὰ τοῦ λαβόντος χρυσὸν αἱ χεῖρες. Οὕτω καὶ Ποδῆς εἰλαπιναστής, Ἕκτορος παράσιτος, ποιεῖταί που τιτρωσκόμενος οἰκείως ὑπὸ Μενελάου κατὰ γαστέρα, ὡς καὶ Πάνδαρος, φασί, διὰ τὸ ἐπιωρκηκέναι, κατὰ γλώσσης. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Νεμέσεως ἔργον τὸ τοὺς παῖδας τοῦ ἀδικήσαντος περιπεσεῖν τῷ τοῦ ἀδικηθέντος ἀδελφῷ, ὃς διὰ φιλαδελφίαν οἰκτρῶς κολάζει τοὺς ἐπιβούλους τοῦ ἀδελφοῦ. οἱ δ' αὐτοὶ καὶ τὴν δίκην θαυμάζοντες, ὡς τὸν πατέρα 3.169 τῶν κληρονόμων παίδων ἐστέρησε, δι' οὓς ἐκεῖνος οὐκ ἐν δίκῃ συνήγαγε τὸν χρυσόν, φασὶ καί, ὡς ἀνόητοι οἱ παῖδες, ὑπομιμνῄσκοντες τὸν βασιλέα χρυσοῦ, ὃν ὁ πατὴρ κατὰ Μενελάου ἔλαβε. (ῃ. 138) Σημειοῦνται δὲ καί, ὅτι δαΐφρονα ὁ βασιλεύς, ὡς καὶ πρὸ αὐτοῦ ὁ ποιητής, καλεῖ τὸν Ἀντίμαχον, εἰρωνευόμενος ἐν βαρύτητι καὶ καταφερόμενος αὐτοῦ, εἴγε δαΐφρων ὤν, ἤτοι συνετός, φαύλην γνώμην εἰσήνεγκεν, ἢ καὶ ἄλλως δαΐφρων ὤν, τουτέστιν ἀνδρεῖος, ἐδόκει γενναῖόν τι ποιεῖν κτείνων τὸν ἐπὶ εἰρήνῃ ἐλθόντα. τὸ δὲ «μάλιστα» κατὰ τὸ εἰκὸς κεῖται, ὡς καὶ ἄλλων μὲν ἐν Τροίᾳ δῶρά τε λαβόντων Ἀλεξάνδρου καὶ κωλυόντων, μάλιστα δὲ τοῦ Ἀντιμάχου. (ῃ. 124) Τὸ δὲ «δῶρα δεδεγμένος» συντεθὲν τὴν δωροδοκίαν ποιεῖ. ταὐτὸν δὲ πάντως ἐνταῦθα χρυσὸν εἰπεῖν καὶ δῶρα, πρὸς ἑρμηνείαν γὰρ ἐπῆκται τὸ δῶρα. Τὸ δὲ «ἀγλαὰ δῶρα» καὶ ἔπαινον χρυσοῦ ἔχει καὶ πλῆθος δὲ αὐτοῦ ἐμφαίνει