82
ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων κγʹ ἐβασίλευσε Λαμπραὴς ἔτη λʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δ. Ἀσσυρίων κδʹ ἐβασίλευσε Πανυὰς ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλʹ. Ἀσσυρίων κεʹ ἐβασίλευσε Σώσαρμος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δοεʹ. Ἀσσυρίων κςʹ ἐβασίλευσε Μιθραῖος ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δζζʹ. Ἀσσυρίων κζʹ ἐβασίλευσε Τεύταμος, ὁ καὶ Ταυτάνης παρά τισι λεγό μενος, ἔτη λβʹ. ἐπὶ τούτου Ἴλιον Εὐσέβιός φησιν ἁλῶναι. τοῦ δὲ κόσμου ἦν ἔτος δρκδʹ. 177 Ἀσσυρίων κηʹ ἐβασίλευσε Τευταῖος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνςʹ. Ἀσσυρίων κθʹ ἐβασίλευσεν Ἀραβῆλος ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςʹ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου μʹ ἐβασίλευσεν Ἀμενῶφθις ἔτη λδʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος γωοθʹ. Οὗτος ὁ Ἀμενῶφθίς ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. ὃν λίθον χρόνοις ὕστερον Καμβύσης ὁ Περσῶν τέμνει, νομίζων εἶναι γοητείαν ἐν αὐτῷ, ὡς Πολύαινος ὁ Ἀθηναῖος ἱστορεῖ. Αἰθίοπες ἀπὸ Ἰνδοῦ ποταμοῦ ἀναστάντες πρὸς τῇ Αἰγύπτῳ ᾤκησαν. Αἰγυπτίων μαʹ ἐβασίλευσεν Ὦρος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιγʹ. Αἰγυπτίων μβʹ ἐβασίλευσεν Ἀχενχερὴς ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γξαʹ. Αἰγυπτίων μγʹ ἐβασίλευσεν Ἀθωρὶς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπςʹ. Αἰγυπτίων μδʹ ἐβασίλευσε Χενχερὴς ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος διεʹ.
ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων κςʹ ἐβασίλευσε Ζεύξιππος ἔτη λʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δρπηʹ. Ἕως τούτου τοῦ δσεʹ ἔτους τοῦ κόσμου ἡ τῶν Σικυωνίων ἤτοι Πελο ποννησίων λεγομένων βασιλεία διήρκεσεν ἐν γενεαῖς μὲν ἤτοι βασιλεῦσιν κςʹ, ἔτεσιν ξζʹ. ἀρξαμένη γὰρ τῷ καθολικῷ κοσμικῷ γσλθʹ ἔτει κατε 178 παύθη ἐν τῷδε τῷ δσεʹ ἔτει. μεθ' οὓς κςʹ βασιλεῖς, ὥς φασιν, ἡγοῦντο αὐτῶν οἱ ἱερεῖς τοῦ Καρνίου ἔτη λγʹ. Ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη χίλια.
ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ςʹ ἐβασίλευσε Φόρβας ἔτη κεʹ. οὗτος Ῥόδου
ἐκράτησε. τοῦ δὲ κόσμου ἦν ἔτος γξηʹ. Ἀργείων ζʹ ἐβασίλευσε Τριόπας ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γζγʹ. Ἀργείων ηʹ ἐβασίλευσε Κρότωπος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δκθʹ. Ἀργείων θʹ ἐβασίλευσε Σθένελος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνγʹ. Φασί τινες ὅτι μετὰ Σθένελον Ἄργους ἐβασίλευσε Γελάνωρ, ὃν Ἀργεῖοι τῆς ἀρχῆς παύσαντες ∆αναὸν Ἄργους ἐβασίλευσαν. ὃς ἐκπεσὼν Αἰγύπτου καὶ κρατήσας τοῦ Ἄργους ἔνυδρον αὐτὸ κατεστήσατο. Ὁ αὐτὸς ∆αναὸς διὰ τῶν λεγομένων ∆αναΐδων (αὗται δὲ ἦσαν αὐτῷ θυγατέρες νʹ) τοὺς νʹ υἱοὺς τοῦ ἀδελφοῦ αὐτοῦ Αἰγύπτου διεχρήσατο χωρὶς ἑνὸς τοῦ Λυγκέως, ὃς καὶ ἐβασίλευσε μετ' αὐτόν. οὐκ ἄπιστον δὲ ἐν βαρβάροις ἡ πολυτεκνία διὰ τὸ πλῆθος τῶν παλλακῶν.
ΣΠΟΡΑ∆ΗΝ Ἡ Ἰὼ ἡ δευτέρα εἰς Αἴγυπτον ἐλθοῦσα κατά τινας, ἣ καὶ Ἶσις
προσηγορεύθη Φαρία, γημαμένη Τηλεγόνῳ Ἔπαφον ἐγέννησεν. Ἔπαφος Ἰοῦςτῆς βʹ ἐβασίλευσεν Αἰγύπτου καὶ Μέμφιν ἔκτισε. Κόρινθος ἡ πάλαι Ἐφύρα καλουμένη ἐκτίσθη. Φοῖνιξ καὶ Κάδμος ἀπὸ Θηβῶν τῶν κατ' Αἴγυπτον ἐξελθόντες εἰς τὴν Συρίαν Τύρου καὶ Σιδῶνος ἐβασίλευσαν. Βούσιρις Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου παῖς τῶν κατὰ τὸν Νεῖ λον τόπων ἐτυράννει καὶ τοὺς παροδεύοντας κατέθυε ξένους. Τὸ ἐν ∆ελφοῖς ἱερὸν ἐνεπρήσθη ὑπὸ Φλεγύου. 179 Κρητῶν ἐβασίλευσεν Ἀστέριος. Εὐρώπῃ τῇ Φοίνικος μυθεύεται Ζεὺς μιγῆναι. ὁ δ' ἦν τεθνεώς, ὡς ἐν Κρήτῃ μαρτυρεῖ αὐτοῦ ὁ τάφος. αὐτὴ δ' ἦν Ἀστερίου τοῦ Κρητῶν βασιλέως