82
οἰσόντων εἰπεῖν εἰς ἀνάγκην τι ἐλθεῖν· τὸ δὲ ἐπιορκίαν ἐμαυτῷ προστρίψασθαι, ἐνὸν ἀσφαλῶς καὶ μετὰ πολλοῦ τοῦ περιόντος τὴν δίκην διαφυγεῖν, οὔθ' ὅσιον ἥγημαι οὔτ' ἀνεκτόν. διὸ καὶ πειράσομαι ἐμαυτὸν ὡς οἷόν τε τάς τε σπονδὰς καὶ τοὺς ὅρκους ἀκεραίους ἄχρι νῦν μάλιστα διατετηρηκότα ἀποδεῖξαι· ἂν δ' ἐκεῖνον διὰ τούτων ἀποφαίνω καὶ τοὺς ὅρκους λελυκότα καὶ τὰς σπονδὰς, μηδεμίαν ἐμοῦ καταγινώσκειν ἰταμότητα μήτε προπέτειαν ἀξιῶ, ἀλλὰ τῇ τοῦ πράγματος λογίζεσθαι ἀνάγκῃ τὴν κατηγορίαν. πρῶτον μὲν οὖν ἐκεῖνο ἂν εἴποιμι, ὡς τοὺς ἐπὶ ταῖς συνθήκαις ὅρκους οὐκ αὐτὸς ὀμώμοκα μόνος, ἀλλὰ καὶ βασιλεὺς, καὶ τὴν αὐτὴν ἀνάγκην ἑκατέροις ἀπαραβά 1.232 τους τηρεῖν εἶναι· ἂν δὲ ἐξ ἑνὸς παραβαθῶσι, μηκέτι τὸν ἕτερον, ἂν ἀμύνηται, ἐνέχεσθαι ταῖς αἰτίαις. ὃ δὴ καὶ βασιλεὺς αὐτὸς ἐδίκασε καλῶς φθάσας. λελυκότος γὰρ ἐμοῦ τοὺς ὅρκους καὶ τὰς σπονδὰς, οὐδεμιᾷ φησιν αὐτὸς ἐνέχεσθαι αἰτίᾳ, ἄν τι βλάπτῃ ἀμυνόμενος. καὶ ὑμεῖς δὲ, ὑπολαμβάνω, τὸ αὐτὸ συμφαίητε ὀρθῶς ἂν ἔγωγε εἴποιμι καὶ δικαίως. πάνυ δὲ ἡδέως ἐδεξάμην, ὅτι καὶ Κωκαλᾶς ὁ μέγας λογαριαστὴς συμπάρεστιν ὑμῖν. συμβαλεῖται γὰρ ἐμοὶ πρὸς τὴν ἀπολογίαν οὐ μικρά τινα ἐπὶ μαρτυρίαν, ἀχθησόμενος ὧν μέλλω λέγειν· καίτοι γε αὐτὸς κηδεστὴς ὢν πρωτοβεστιαρίου τοῦ θείου τοῦ ἐμοῦ, ὅ,τι τε κατηγοροῦμαι καὶ ὁποίας ποιήσομαι τὰς ἀπολογίας παρεγένετο ἀκοῦσαι, ὡς ἂν εἰδέναι ἔχῃ πρὸς τὸν κηδεστὴν γράφων ἀπαγγέλλειν τἀληθές. ἐγὼ δὲ τὸ καὶ αὐτὸν παρεῖναι μάλιστα ἀπεδεξάμην. σκέψασθε τοίνυν ὁπότερος πρότερος παραβέβηκε τοὺς ὅρκους. παρέξομαι δὲ οὐ λόγους εὐπρεπεῖς πρὸς τὴν ἀπολογίαν, οὐδὲ μάρτυρας ἀνθρώπους διεφθαρμένους, οἷς ἄν τινι καὶ ἀπιστεῖν καὶ παραγράφεσθαι ἐξεῖναι, ἀλλ' αὐτὰ τὰ βασιλέως γράμματα μαρτυρήσειεν ἐκ πολλοῦ καὶ μετ' ἐπιμελείας καὶ φροντίδος τὸν πρὸς ἐμὲ πόλεμον κεκινηκώς. καὶ πρῶτον ἀναγνωσθήτω ἡμῖν τὸ τοῦ βασιλέως πρόσταγμα, ὃ πρωτοβεστιαρίῳ ἀπέστειλε τῷ ἐμῷ θείῳ, Ἰουλίῳ μηνὶ τῆς δεκάτης ἰνδικτιῶνος, ἔχον ἐπὶ λέξεως οὑτωσί· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε. ἡ ἀναφορὰ, ἣν ἀνέφερες τῇ βασιλείᾳ 1.233 μου, ἀπεσώθη καὶ ἐξ αὐτῆς ἐγνώρισα ὅσον ἔγραψες καὶ ἀνέφερες. ἀπεδεξάμην γοῦν πολλὰ τὴν σπουδὴν καὶ ἐπιμέλειαν καὶ τὸν εἰς τοῦτο ἀγῶνά σου· καὶ πάλιν εἰς τὸ ἔμπροσθεν ἐπιμελήθητι ἵνα τελεσθῇ. καλὰ γὰρ γινώσκεις, ὅτι οὐ δι' ἄλλο τι ἀπεστάλης εἰς τὸ αὐτόθι κεφαλατίκιον παρ' ὃ διὰ τὴν δουλείαν αὐτήν. ἐπεὶ γοῦν καὶ πρὸ τῆς σῆς ἀναφορᾶς ἀπέστειλε καὶ ὁ Κράλης ἀποκρισιάριον αὐτοῦ ἐνταῦθα, καὶ ἐδήλωσε πρὸς τὴν βασιλείαν μου, ὅπως ἤδη κατεστάθη μετὰ σοῦ, καὶ εὑρίσκεται ἕτοιμος, ἵνα κατὰ πᾶσαν τὴν αὐτοῦ δύναμιν βοηθήσῃ ἡμῖν, μὴ μόνον μετὰ τοῦ φωσάτου αὐτοῦ, ἀλλὰ καὶ αὐτὸς παρὼν, πάλιν ἐπιστώθη τοῦτο ἡ βασιλεία μου ἔτι πλέον ἀπὸ τῆς σῆς ἀναφορᾶς. ποίει γοῦν τὴν δουλείαν σου μετὰ πολλῆς συντομίας, ὅτι καὶ ἡ βασιλεία μου ἐπιμελῶς πράττει, καὶ πρόσεξαι μή πως προλάβωμεν ἡμεῖς ὑμᾶς.» τοῦτο μὲν δὴ τοιοῦτον. ἐγὼ δὲ καὶ δευτέραν παρέξομαι μαρτυρίαν, πρὸς τὸν αὐτὸν πρόσταγμα βασιλέως, Σεπτεμβρίῳ γραφὲν ἑνδεκάτης ἰνδικτιῶνος· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε· οἶδας ὅσον διωρίσατο πρός σε ἡ βασιλεία μου περὶ τῶν δουλειῶν ὧν ἀνετέθης, καὶ ὅτι δέον σε σπουδάσαι, μή πως προλάβῃ ὑμᾶς ἡ βασιλεία μου· καὶ ἰδοὺ, ὡς βλέπω, οὕτω μέλλει γίνεσθαι. ἐγὼ γὰρ ἄλλο οὐδὲν ἐκδέχομαι ἢ ἀπὸ τῶν αὐτόθι μήνυμα. ποῦ γοῦν ἐστιν ἡ ἐπιμέλειά σου; ποῦ ἐστιν ἡ σὴ ὑπόσχεσις; ἀπὸ γὰρ τοῦ Ἰουλίου μηνὸς οὐδὲν ἐγνώρισά τι ἀκριβῶς ἀπὸ τῶν αὐ 1.234 τόθι, ἀλλ' ἢ μόνον ἀπὸ τῆς φήμης, καὶ ἂς γνωρίσω κατὰ πᾶσαν συντομίαν, ὅτι, ὡς ἀνωτέρω εἴρηται, οὐδὲν ἄλλο ἐκδεχόμεθα, ἢ τὸ μήνυμα ὑμῶν.» καὶ Κωκαλᾶς δὲ οὑτοσὶ πρωτοβεστιαρίῳ τῷ γαμβρῷ γράφων, ἀμέλειαν αὐτοῦ πολλὴν καὶ ῥᾳθυμίαν καταγινώσκει, καὶ ὡς μὴ τὰς ἐπαγγελίας ἐκπληροῦντι ἐπιπλήττει, ὡς λυπουμένου μὲν βασιλέως διὰ ταῦτα, αἰσχυνομένου δὲ αὐτοῦ, ὃς ἐπηγγείλατο μετὰ πάσης ἐπιμελείας αὐτὸν καὶ ταχυτῆτος